1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

38

7. Ἐπεὶ δὲ χειμὼν ἤδη κατέσχε δεινός, ὡς τοῦ φύσει θερμοῦ περὶ τὴν καρδίαν ἀντιπεριϊσταμένου τῷ γένει τῷ ζωικῷ πολλοῖς ἤδη λώβην περὶ τοῖς ἄκροις ἐμπεπτωκέναι, τότε μὲν τῆς ἐπὶ Βυζάντιον ἐμέμνητο. ἐς δὲ τὸ ἐπιὸν ἔτος φθινούσης ἤδη τῆς ὥρας, πηνίκα καὶ μάλιστα εὐέφοδα πολεμίοις τὰ κατὰ τὴν 104 Σερβικὴν γίνεται, ἅτε τοῦ ἀμφιλαφοῦς ἐπιλιπόντος ἤδη τοῖς δένδροις, ἐπὶ Ναϊσὸν τὸ στράτευμα ἤγειρεν. ἔνθα δυνάμεις ἐκ Παιονίας ἐπὶ συμμαχίᾳ ∆αλμάταις στέλλεσθαι μαθών, σπουδὴν ἐποιεῖτο διὰ τοῦ Λογγομηροῦ λεγομένου χώρου διαβιβάζειν τὸ στράτευμα, ὡς τοῖς Παίοσιν ἐν δεξιᾷ πορευομένοις συμμῖξαι γένοιτο τῷ Ῥωμαίων στρατῷ. ἐπεὶ δὲ ἐγγὺς Σάου ἐγένετο, ἐφ' ἕτερον ἐκεῖθεν μετῆλθε ποταμὸν ∆ρυνᾶν ὄνομα, ὃς ἄνωθέν ποθεν τὴν ἐκβολὴν ποιούμενος Βόσθναν τῆς ἄλλης Σερβικῆς διαιρεῖ. ἔστι δὲ ἡ Βόσθνα οὐ τῷ Σερβίων ἀρχιζουπάνῳ καὶ αὐτὴ εἴκουσα, ἀλλ' ἔθνος ἰδίᾳ παρὰ ταύτῃ καὶ ζῶν καὶ ἀρχόμενον. ὅθεν γε μὴν Οὔννους Ῥωμαίοις συγκεκρουκέναι ξυνέβη αὐτίκα δηλώσω. ἦν τις ἐν τῷ ∆αλματῶν ἔθνει, ὄνομα μὲν οὐκ οἶδα ὅπερ αὐτῷ ἔκειτο, ἀδελφὸς δὲ αὐτῷ Βέλοσις ἦν, ἄμφω λογίμω παρὰ ∆αλμάταις ὄντε. οὗτος τοῦ ἀρχιζουπάνου μὲν ἀδελφῇ ξυνοικῶν ἦν, τὼ ὀφθαλμὼ δὲ πηρωθῆναι τυχὼν τρόπῳ ᾧπερ αὐτὸς οὐδαμῆ ἐρεῖν ἔχω, ἐς Παιονίαν ἀνεχώρησεν. ἐνταῦθά τε πολύν τινα διατρίψας χρόνον Γειτζᾷ τῷ ῥηγὶ αἰδεσιμώτατος μάλιστα κατέστη, ἅτε τῆς ἐκ παίδων αὐτῷ τροφῆς μεταδοὺς καὶ παιδεύσεως. διὰ δὴ ταῦτα χάριτας ὄφλων Γειτζᾷ ∆αλματίαν ὑπόσπονδον αὐτῷ καθιστᾶν ἐπεχείρει, ξυμβουλεύων τε ἑκάστοτε περὶ τούτου τῇ ἀειλογίᾳ πείθειν ἔσχε τὸν ἄνθρωπον. ὅθεν ἐπειδὴ τὴν ἐπὶ ∆αλματίας Ῥωμαίων ὁ Γειτζᾶς ἤκουσεν ὁρμήν, δυνάμεις ἐπὶ συμμαχίᾳ ∆αλμάταις ἔπεμψεν. αἰτία μὲν Ῥωμαίοις τῆς ἐς τοὺς Οὔννους δυσμενείας αὕτη ἦν. τοῦ δὲ Ῥωμαίων στρατοῦ προσω 105 τέρω χωροῦντος οἱ ἐπὶ χορταγωγίαν ἐξιόντες τοῖς Οὔννοις ὁδῷ πορευομένοις ἐντετυχηκότες εἰς χεῖρας ἦλθον. βασιλεὺς δὲ συναισθήσεως αὐτῷ γενομένης Ἰωάννην ἅμα στρατεύματι τὸν πρωτοσέβαστον ἐπιβοηθήσοντα ἔπεμψε. καὶ δὴ συμβολῆς γενομένης Οὖννοι πρὸς τῶν Ῥωμαίων ἡττηθέντες φεύγοντες ἐς τὸ τοῦ πο-ταμοῦ Στρυμόνος ῥεῦμα καθῆκαν ἑαυτούς. ἔνθα μετρίους ἀποβαλόντες ᾤχοντο ἀμεταστρεπτί, Ῥωμαῖοι δὲ φεύγουσι κατὰ νώτου ἀεὶ εἵποντο, ἐπὶ Τάραν τε ποταμὸν ἐλθόντες ἐπειδήπερ οὐδένα σφίσιν ἀντεπεξιόντα ἔβλεπον, παλινοδίας ἐμέμνηντο. βασιλεὺς δὲ ἐπὶ μέσης τῆς εἰς Σετζενίτζαν φερούσης τὸν χάρακα πηξάμενος οὐκ ἔχων τε μαθεῖν ἔνθα τὸν ἀρχιζουπάνον εἶναι ξυνέβαινεν, ἐν τῷ τέως μὲν ἐν ἀπόρῳ ἐγένετο, ἐπεὶ δὲ πρὸς τῶν ἁλισκομένων ∆αλματῶν δυνάμεις περιμένειν αὐτοὺς ἤκουσεν Οὐννικὰς ἐπὶ συμμαχίᾳ ὅσον οὐκ ἤδη ἀφιξομένας, ἐπὶ τὰ πρόσω λοιπὸν μετῆγε τὸ στράτευμα. μέχρι μὲν ποταμοῦ Τάρα γεγονόσιν οὐδὲν οὐδαμόθεν Ῥωμαίοις διεφάνη πολέμιον· ἐπεὶ δὲ ἐνταῦθα ἦλθον, ∆αλματῶν ἀνάριθμος ὅμιλος οὔπω ἡλίου τὸν δυτικὸν ὁρίζοντα παραμείψαντος ὅπλοις κατάφρακτος ἐξεφάνη. ὅπερ οἱ θεασάμενοι ἀγωνίᾳ καὶ δέει ἐχόμενοι Ῥωμαῖοι ἦλθον ἀγγέλλοντες. βασιλεὺς δὲ τὴν ἐκ Παιόνων ἀφικέσθαι προσδοκωμένην ∆αλμάταις ἰσχὺν ταύτην εἶναι τὴν ὁρωμένην εὐστοχώτατα τεκμηριωσάμενος, ἅμα δὲ καὶ σκοπῷ τῷ Χουρούπῃ πρὸς τοῦτο χρησάμενος "νῦν αἰφνίδιον ∆αλμάται Ῥωμαίοις ἐπεισπεσεῖσθαι δια 106 νοῦνται" ἦσαν γὰρ οὐ μακρὰν ἄποθεν ἤδη ποιούμενοι τὴν παρεμβολήν. ἐπειδὴ γοῦν τάχιστα νὺξ ἤδη ἐγένετο, τοιάδε τινὰ ἐνενόει. ἔθος ἐστὶ Ῥωμαίοις ἐπὶ πόλεμον ἰοῦσιν, εἴ που διατριβὴν ποιεῖσθαι χρεὼν τὸν στρατόν, σάλπιγγα τῆς ἡμέρας ἀλαλάζειν ὀψέ, καὶ σύνθημα τοῦτο τοῖς πλήθεσι γίνεται τοῦ καὶ τὴν ἑξῆς πρὸς ἐκείνῳ διακαρτερήσειν τῷ χώρῳ. ὅπως οὖν ἐνταῦθα ἀπατηθῆναι γένοιτο τοῦτο δὴ τὸ Ῥωμαίων ἔθος εἰδόσι καὶ αὐτοῖς, σαλπίζειν μὲν ἐν τῷ παραυτίκα παρεκελεύσατο, λαθραιότατα δὲ καθ' ἕνα τοῖς στρατηγοῖς ἐμήνυε τὰ βουλευθέντα, καὶ ὡς χρὴ τούτους ἅμα ἡλίῳ ἀνίσχοντι τῆς περὶ αὑτὸν ἕκαστον φάλαγγος ὁπόσον ὅπλοις τε φράττοιτο καὶ ἐν ἐπιλέκτοις ἐστὶν