1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

105

ἐξαιρετώτατα τῶν ὅπου δήποτε ἂν ἀθῴως ἀντιπολεμήσαιντο ἐθνῶν." βασιλεὺς μὲν τοσαῦτα ἔγραψεν· οἱ δὲ στόλῳ μὲν μεγάλῳ Ῥωμαίοις πολεμεῖν οὐκ 286 ἔτι ἐδύναντο, ναυλοχοῦντες δὲ ἐπειράτευον ἐξ ἐκείνου, ἕως καὶ δευτέραν ἠνέγκαντο πληγήν.

11. Ταῦτα μὲν οὖν οὕτως ἐγένοντο. τὰ Κιλίκων δὲ νοσεῖν ἤρξαντο πράγματα. Τερόζου γὰρ συμμετρησαμένου τὸ ζῆν, Μελίας, ὃς ἀδελφὸς ἦν αὐτῷ, τὴν χώραν παραλαβὼν οὐδέν τι ἧσσον Ῥωμαίοις κακῶς προσφέρεσθαι ἤρξατο. ἡρέθη τοίνυν Κιλίκων στρατηγὸς Μιχαὴλ μὲν τὸ πρῶτον ὁ Βρανᾶς, ἑξῆς δὲ Ἀνδρόνικος ἐπίκλησιν Φορβηνός, ὃς ἐξάδελφος καθάπερ ἤδη εἴρηται βασιλεῖ ἐτύγχανεν ὤν. ἀλλὰ καὶ αὐτοῦ λόγου ἄξιον οὐδὲν ἐνταῦθα εἰργασμένου ἐπὶ γόνυ τὰ Ἰσαύρων ἔκλινε, πολλῶν τε ἑξῆς τὴν στρατηγίαν ἀμειψάντων, ἐν οἷς καὶ Κωνσταντῖνος ἐγνωρίζετο ὃν Καλαμάνον ἐπεκάλουν, ἤνυστο οὔπω οὐδέν. ὁ μέντοι Καλαμάνος ἐπὶ πολλοῖς τὸν Ἀρμένιον λελυπηκὼς ἐπὶ μείζοσιν ἐζημίωτο. ὑπὸ τούτους τοὺς χρόνους καὶ Σαξόνων ὁ δούξ, ἔθνους πολυανθρωποτάτου καὶ εὐδαίμονος, σὺν μεγίστῃ παρασκευῇ ἐπὶ Βυζάντιον ἦλθεν ἐφ' ᾧ τὸν ῥῆγα Ἀλαμανῶν διαλλάξειεν (ὑποψίᾳ γὰρ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο), πάντα τε ὧν ἕνεκα ἦλθε διαπεπραγμένος ἀπηλλάσσετο. ἐν τούτῳ δὲ Σέρβιοι, Οὐεννέτων αὐτοὺς πρὸς τοῦτο παρορμησάντων, εἰς ἀποστασίαν εἶδον, Στεφάνου δὲ ὃς τῆς Οὐννικῆς ἦρχε τὸν βίον ἀπολιπόντος, ταράχου πλέα τὰ τῇδε κατέστησαν. ὑφ' ὧν κινηθεὶς βασιλεὺς ἐπὶ τὴν Σαρδικὴν ἀφικνεῖται. ἔνθα διατριβὴν ποιουμένου, πέμψαντες Οὖννοι Βελᾶν ᾐτοῦντο 287 σφίσι ῥῆγα πεμφθῆναι. ἐπ' αὐτὸν γὰρ, Στεφάνου τετελευτηκότος, ὁ τοῦ δικαίου θεσμὸς ἔβλεπεν. ἐτύγχανε δὲ ὁ Βελᾶς εἰς γαμβρὸν τῷ βασιλεῖ ἀφορισθεὶς πρότερον, ὡς ἐν τοῖς ἔμπροσθέν μοι ἐρρήθη. νόμου δὲ ξυγγενείας ἐμποδὼν αὐτῷ γεγονότος, τὴν Αὐγούστης ἔγημεν ἀδελφήν. καῖσαρ δὲ διὰ τοῦτο ἀναρρηθεὶς ἀξιώματι τῶν ἐν Βυζαντίῳ τηνικάδε ἐκρατίστευε μεγιστάνων. ῥῆγα τοίνυν αὐτὸν ἀνειπὼν ἐπὶ Οὐννικῆς σὺν τῇ γυναικὶ ἔπεμψεν ὅρκοις τηρήσειν ἐπαγγειλάμενον ὅσα βασιλεῖ καὶ Ῥωμαίοις συνοίσειν τοῦ παντὸς ἔμελλον αἰῶνος. εἵποντο δὲ αὐτῷ ἐκ βασιλέως οἱ ἐπὶ τὴν ἀρχὴν κατάξοντες Ἰωάννης τε ὁ πρωτοσέβαστος καὶ τῶν ἐπὶ δόξης ἄλλοι. ὁ δὲ βασιλεὺς ἐπειδὴ Βελᾶν ἐπὶ τῆς ἀρχῆς κατεστήσατο, ἐπὶ τὸ Σερβίων ἐτράπετο ἔθνος, ἀμυνεῖσθαι τῆς τόλμης αὐτοὺς προθυμούμενος. ἀλλ' ὅπερ θαυμάζειν ἀεὶ ἔχω, οὔπω τὸ στράτευμα ἤθροιστο πᾶν, καὶ βασιλεὺς χιλιάσιν ὀλίγαις διά τινων ἐρυμνῶν καὶ ἀποκρήμνων χωρίων εἰσελάσας ἐπὶ τὴν χώραν τῷ ἀρχιζουπάνῳ συμμίξειν ἠπείγετο. ὁ δὲ καίτοι μυρίαν πανταχόθεν ἑαυτῷ χεῖρα συστησάμενος σύμμαχον ἔφευγε μὲν τὸ πρῶτον, ὡς δὲ τὸ δέος αὐτοῦ τὴν ψυχὴν ἐπολιόρκει, πρέσβεις ἐς βασιλέα πέμψας κακῶν ἀμνηστίας ἐδεῖτο τυχεῖν. πείθειν δ' οὐκ ἔχων, ἀλλὰ τῆς ἐς αὐτὸν ᾐτεῖτο παρόδου τέως ἀκινδύνου τυχεῖν. ἧκε τοίνυν βασιλέως ἐπινεύσαντος, καὶ εἰσῄει παρὰ τὸ βῆμα, ἀκαλυφής τε κεφαλὴν καὶ χεῖρας εἰς ἀγκῶνα γυμνούμενος, ἀνυπόδετος μὲν πόδας, σχοῖνος δέ οἱ τοῦ τραχήλου ἐξῆπτο, καὶ ξίφος κεχείριστο, ὅπη βούλοιτο χρῆσθαι βασιλεῖ ἑαυτὸν παρεχόμενος. 288 ἐφ' οἷς οἰκτείρας αὐτὸν ἀφῆκε τὸ ἔγκλημα. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐξῄει τῆς Σερβικῆς, ἑπόμενον αὐτῷ καὶ τὸν ἀρχιζουπάνον ἔχων. ὅτε δὴ καὶ Ἀαρών, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἐφ' οἷς εἴρηται ἁλοὺς ἐξεκόπη τὰς ὄψεις.

12. Τὰ μὲν δὴ κατὰ τὴν ἑσπέραν οὕτως ἐφέροντο, Ἀσία δὲ ὤδινεν αὖθις. Νουραδὶν γὰρ τοῦ Βερροιαίου σατράπου, καὶ τοῦ Λυκαονίας ἡγεμονεύοντος σουλτάν, Μελίου τε τοῦ Ἀρμενίων δυνάστου, καὶ τοῦ Ἀγκυρανῶν ἄρχοντος τῆς τε ἄλλης Γαλατικῆς ἐς ταὐτὸ πνευσάντων, ἐφ' ᾧ κατὰ Ῥωμαίων στρατεύσειαν. δι' ἃ βασιλεὺς ἐνταῦθα σπουδῇ ἐκ τῆς ἑσπέρας διέβη· καὶ ὁ μὲν περί που τὴν Φιλαδέλφου αὐλισάμενος πρὸς τούτοις ἠσχόλητο, Ἀλαμανοὶ δὲ καὶ Οὐέννετοι ἐπὶ Ἀγκῶνα οἱ μὲν ἀπὸ θαλάσ-σης οἱ δὲ ἠπειρώτῃ στρατῷ πολιορκήσοντες ἦλθον. ἐστρατήγει δὲ