1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

42

ἐπιδρομῆς ἑλεῖν εἶχεν, αὐτοῦ Θεόδωρον τὸν Βατάτζην σὺν στρατεύματι ἔλιπε γαμβρὸν αὐτῷ ἐπ' ἀδελφῇ γεγονότα· ὁ δὲ τὰς τῇδε κώμας περιϊὼν ἄρδην ἠνδραποδίζετο. ὅτε καὶ Οὔννων στρατὸς ἐχώρει μὲν ὡς Ῥωμαίοις ἀντιταξόμενος· ἐπεὶ δὲ ἔγνω ἀνεφίκτοις ἐπιχειρεῖν μέλλων, προσεχώρει καὶ αὐτὸς τῷ βασιλεῖ, καὶ τὸ λοιπὸν κατ' ἐξουσίαν ἤγετό τε καὶ ἐφέρετο πάντα. ἦν οὖν ἰδεῖν ἡλικίαν πᾶσαν δορύκτητον ἐλαυνομένην καὶ ἔθνη ὅλα κινούμενά τε καὶ ἀναστατούμενα, καὶ ἣν Ἴστρος καὶ Σᾶος ποταμοὶ ἐξ Ἄλπεων ῥέοντες ἐπὶ Οὐννικῆς αὐτοματίζουσι νῆσον ἄνωθεν ἐφ' ἑκάτερα σχιζόμενοι καὶ μετὰ πλείστην ὅσην ἐς ταὐτὸ πάλιν ἰόντες περίοδον, κενουμένην πᾶσαν καὶ κατοίκων σπανίζουσαν. ὅτε καὶ αὐτὴν τὴν ῥηγικὴν Ῥωμαῖοι κατεστρέψαντο οἰκίαν, πρᾶγμα ἐν τοῖς Ῥωμαίων μεγίστοις εὐτυχήμασιν ἀναγεγράφθαι ἄξιον. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Ζεύγμινον ἦλθεν, ἔνθα ὁ Βατάτζης καθάπερ εἴρηται λειφθεὶς τὴν προσεδρείαν ἐποιεῖτο. ἀλλ' οἱ 115 τὸ φυλακτήριον ἔχοντες, ἕως μὲν οὐκ εἰς μακρὰν ἐπιβεβοηθηκέναι σφίσι τὸν ῥῆγα ἠλπίζετο, ἰσχυρῶς αὐτοῦ μετεποιοῦντο· ἐπεὶ δὲ ὁ μὲν ἠγγέλλετο παρὼν οὐδαμοῦ, Ῥωμαῖοι δὲ πρὸς τὸ τειχομαχεῖν ἤδη ἐγίνοντο, πρὸς τὸν ἐπηρτημένον κατορρωδήσαντες κίνδυνον ἔχρῃζον βασιλέως, ὡς ἐπ' ἀθῴοις ἐντεῦθεν ἀπαλλαγησόμενοι σώμασιν ἐνδῶσι τὸ φρούριον αὐτῷ. τοῦ δὲ πρὸς τοῦτο ἀνανεύοντος, σχοίνους τε τῶν τραχήλων ἐξῆψαν καὶ τὰ καλύμματα τῶν κεφαλῶν ἀποθέμενοι ξὺν ἀτιμίᾳ τῷ βασιλεῖ παρεῖχον ἑαυτούς. ὁ δὲ ἀπεῖπε Ῥωμαίοις τούτων μὲν ἀποκτιννύναι μηδένα, τὸ φρούριον δὲ μεγάλων μεστὸν ὂν ληΐζεσθαι ἀγαθῶν.

11. Ταῦτα Ῥωμαῖοι καταπραξάμενοι ὡς ἐπὶ Σᾶον περαιωσόμενοι ἐφέροντο, πολλῷ στρατοπέδου τοῦ αὐτῶν πλείω τὴν ἀνδραποδισθεῖσαν τῶν Οὔννων ἄγοντες ἡλικίαν. ἀλλ' οὔπω ἐπεραιώσαντο, καὶ διήγγελεν ἡ φήμη τὸν Παιόνων ῥῆγα χεῖρα ἐπαγόμενον βαρεῖαν θυμῷ πολλῷ κατὰ Ῥωμαίων ἥκειν, ἤδη τὸν κατὰ Γαλίτζης χώρας Ταυροσκυθικῆς πόλεμον εὐτυχῶς διενεγκόντα. οὗ δὴ ἕνεκα μάλιστα βασιλεὺς αὐτὸν ἠμύνατο, ἅτε παρὰ γνώμην τὴν αὐτοῦ Βλαδιμηρῷ ἐπιφυέντα (τοῦτο γὰρ ὄνομα τῷ Γαλίτζης ἄρχοντι ἔκειτο) ἀνδρὶ ὑποσπόνδῳ Ῥωμαίοις ὄντι. τούτων ἀκούσας ὁ βασιλεὺς τὸ μὲν ἄλλο στράτευμα καὶ ὅσον ἐν σκευοφόροις ἦν καὶ τὰ πλεῖστα τῶν ζωγρηθέντων πλήθει ἀριθμοῦ κρείσσω τυγχάνοντα ἐκέλευε διαπορθμευσαμένους ἐπὶ τῆς ἀντιπέρας μεῖναι ὄχθης· ὃ δὲ τὸ ἀπόλεκτον τοῦ στρατοπέδου ἀναλαβών, καίτοι πολλὰ τῶν στρα 116 τηγῶν οὐκ ἐπιψηφισαμένων τοῖς δόξασιν, ἐπείγετο τὴν ταχίστην συμπλακησόμενος αὐτῷ, λύκων οὐ λεόντων εἶναι φάμενος ἔργον τοῦ μὲν τῶν προβάτων κατεπείγεσθαι πλήθους, ποιμένων δέ ποθεν ἢ κυνῶν ἐκφανέντων φεύγειν μηδὲν αἰσχυνομένους, μόνῳ τῷ αὑτοὺς καὶ τὰ θηραθέντα περισώζειν μόγις καὶ ἀγαπητῶς ἀρκουμένους. ὅτε λέγεταί τι καὶ τοιοῦτον, ὁποῖον εἰ μὲν καὶ ἀντικρὺς προελομένῳ ἔδοξεν αὐτῷ, οὐκ ἔχω ἐπαινεῖν, εἰ δὲ καὶ προμηθείας τινὸς ὅπερ οἶμαι ἕνεκα καὶ τοῦ εὐψυχότατα Ῥωμαίους ἀμφ' αὐτῷ ἀγωνιεῖσθαι, στρατηγικῆς ἥγημαι ἐπινοίας ἄξιον εἶναι. ἐπειδὴ γὰρ τῶν Σάου ναμάτων ἀπαίρειν ὡς ὑπαντιάσων τοῖς Παίοσι συνεσκεύαστο ἤδη, παρηγγύα τῷ τὴν στολαρχίαν ἐμπεπιστευμένῳ θατέρᾳ τοῦ ποταμοῦ ὄχθῃ προσεσχηκότα αὐτοῦ σὺν ταῖς ναυσὶν ἵστασθαι, ἢν δέ ποτε Ῥωμαίων τις φυγὰς ἐπὶ τὴν ἑτέραν ἰὼν διαπορθμεύεσθαι ἀξιοίη, τὸν δὲ ἀλλὰ μηδὲ ὁρᾶν προσποιεῖσθαι τὸν ἄνθρωπον. "κἂν αὐτὸς" ἔλεγε "παρέσομαι βασιλεὺς ἕτερα τῶν παρόντων ἑλόμενος, ἀποπροσποιεῖσθαί σε τοὺς λόγους χρεών, ἢ μὴν μὴ οὕτω ποιῶν τὸν αὐτίκα οὐκ ἐκφεύξῃ ἀνασκολοπισμόν." ταῦτα μὲν ὧδε διετάξατο, θάρσους οἶμαι θύραν τοῖς στρατιώταις, ὅπερ ἤδη ἔφην, ἐντεῦθεν ὑπανοιγνύς. τῆς γὰρ ἐκ δειλίας ὀνήσεως οὐδαμῆ παρούσης ἀνάγκη ἐς τὴν ἐπὶ τοῦ θάρσους μετασκευάζεσθαι ἀρωγήν. μέλλοντι δὲ ἄρτι που ἐκεῖθεν ἀπελαύνειν ἧκέ τις δορυαλώτων Ῥωμαίων φυγὰς ἐκ Παιόνων τὴν τοῦ ῥηγὸς ὅσον οὐκ ἤδη μηνύων ἔφοδον. τούτων ἀκούσας ὁ βασιλεὺς