1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

7

δὲ Ἰωάννης τηλικαύτην καιροῦ ξυντυχίαν μηδαμῆ καταπροήσεσθαι θέλων ξὺν δυνάμεσι ταῖς εἰρημέναις εἰς τὴν ἀνωτάτω ἐμβάλλει Συρίαν, τὸ Πιζᾶ τε φρούριον πολέμου νόμῳ λαβὼν καὶ λαφύρων μέγα τι χρῆμα ἐντεῦθεν περιβαλόμενος, τὰ μὲν ἅμα τῷ πλήθει τῶν ἀνδραποδισθέντων ἀνθρώπων ἐπὶ Ἀντιοχείας ἔπεμψε Θωμᾶν ἐπιστήσας αὐτοῖς, ἄνδρα ἐξ ἀσήμων μὲν γεγονότα τοῖς δὲ βασιλέως ὑπογραμματεῦσιν ἐκ παίδων οἶμαι κατειλεγμένον· ὃ δὲ ἐπὶ Βέρροιαν ἐχώρει πόλιν ἀρχαίαν καὶ λόγου πολλοῦ ἀξίαν. ἀλλὰ Θωμᾶς μὲν οὐκ εἰς μακρὰν πολεμίων αἴφνης ἐπιθεμένων αὐτῷ ἅ τε ἐπήγετο λάφυρα καὶ τῶν αἰχμαλωτῶν τὸν ὅμιλον ἀποβεβληκὼς μόγις αὐτὸς τὸν κίνδυνον ἔφυγε· βασιλεὺς δὲ πρὸς Βέρροιαν γεγονὼς ἐπειδὴ παντάπασιν ἄνυδρον χώρᾳ τῇ ἐκτὸς αὐτὴν κατενόει, τὴν μὲν παρῆλθε, Χαμᾶ δὲ καὶ Χαβαρδᾶ ἐξ ἐφόδου παραστησάμενος φρούρια ἐπὶ Σέσερ μετέβη, πόλιν εὐδαίμονά τε καὶ πολυάνθρω 20 πον. ἀλλὰ τὴν μὲν πόλιν τειχομαχήσας εἷλεν, ἐν δὲ τῇ ἀκροπόλει γεγονὼς ἀπεκρούσθη. μέλλοντι δὲ καὶ δευτέραν προσάγειν πεῖραν αὐτῇ πρέσβεις ἀφίκοντο χρήματα ἃ μὲν αὐτίκα παρέχειν ἐπαγγελλόμενοι τὰ δὲ καὶ ἀνὰ πᾶν ἐκεῖθεν Ῥωμαίοις κομίζεσθαι ἔτος τακτόν τινα φόρον. τοιοῦτος μὲν τῆς πρεσβείας αὐτοῖς νοῦς ἦν· βασιλεὺς δὲ τότε μὲν ἀπεπέμψατο τούτους ἐλπίδα ἔχων πολέμῳ περιγεγονέναι καὶ αὐτῶν. ἐπεὶ δὲ πολλάκις αὖθις προσβαλὼν ἀνηνύτοις ἐπιχειρεῖν ἔγνω, δεξάμενος τὴν πρεσβείαν ἐπὶ συμβάσεις ἐχώρει· κομίζονται γοῦν αὐτῷ μεγάλα μὲν χρήματα, προσάγεται δὲ καὶ σταυρός, ἐξαίσιόν τι χρῆμα καὶ βασιλεῦσι δῶρον ἀντάξιον. λίθος ἦν λυχνίτης μεγέθους μὲν ἱκανῶς ἔχων, ἐς σταυρικὸν δὲ διαλαξευθεὶς σχῆμα ὀλίγον τῆς φυσικῆς ἐν τῷ λαξεύεσθαι ἀποβεβλήκει χροιᾶς. οὗ ὁ ἐν βασιλεῦσί φασιν ἀπόστολος ἐφιλοτεχνήσατο Κωνσταντῖνος, τρόπῳ δὲ ὅτῳ δὴ Σαρακηνοῖς εἰς χεῖρας ἦλθε. ταῦτά τε οὖν δεξάμενος, τὰ πιστὰ δὲ καὶ περὶ τῶν ἑξῆς φόρων λαβὼν ὡς ἐπὶ τὴν Κιλίκων αὖθις ἐχώρει. τὸ Βακᾶ τε τὸ Καπνισκέρτι φρούρια παραστησάμενος ὀχυρὰ ὃ μὲν ἐπὶ χώρας ἔμενε, μοῖραν δὲ τοῦ στρατεύματος ἀποτεμόμενος ἐπὶ καταδρομῇ τῶν λοιπῶν ἔστελλεν. ἀλλὰ ταῦτα μὲν πρὸς ἀκρίβειαν ἱστορεῖν ὑπόσχεσιν οἶμαι ὑπερβαίνει τὴν ἡμετέραν. ὡς γὰρ ἐν κεφαλαίῳ προὔκειτό μοι περὶ τῶν παρόντων εἰπεῖν, ἅτε μηδὲ αὐτοπτήσαντι ταῦτα μηδὲ τὸ πιστὸν ἐντεῦθεν λαβόντι. τοσαῦτα 21 δ' οὖν ὅμως τῆς τύχης εὐμενῶς προσβλεψάσης αὐτῷ ἐνιαυτοῖς οἶμαι δυσὶν εἴργαστο.

9. Οὕτω δὴ βασιλεῖ Ἰωάννῃ τάς γε ἐν Ἀσίᾳ εὐδοκιμεῖν ξυνέβαινε μάχας, πλήν γε δὴ ὅτι μὴ τὰ ἀμφὶ τῇ νέᾳ Καισαρείᾳ κατὰ σκοπὸν τούτῳ ξυνέπεσον. ἦν μὲν γὰρ ἀμφὶ τροπὰς ἤδη χειμερινάς, ὁ δὲ οὐ μακρὰν ἄποθεν αὐτῆς αὐλισάμενος πολιορκίᾳ παραστήσεσθαι ᾤετο. ἐπεὶ δὲ Πέρσαι τε οἳ τὴν πόλιν εἶχον ἰσχυρότατα τούτῳ ἐνέκειντο πολεμοῦντες καὶ χειμὼν ἐξαίσιος οἷος ἐπιγεγονὼς ἐπίεζε τὸ στρατιωτικόν, τῆς μὲν πόλεως ἀπῆρεν, ἐς δὲ τὴν παρακειμένην Περσῶν εἰσελάσας χώραν λείαν ἐκεῖθεν πολλὴν ἤλασε καὶ ἀνθρώπων ὅμιλον μακροῦ τοῦ χρόνου Πέρσαις δουλεύοντα τῇ Ῥωμαίων ἀπέδωκεν. ἐν ταύτῃ δὴ τῇ ἐκστρατείᾳ, λέγω δὲ ὁπηνίκα ἔτι αἱ νέας Καισαρείας ἐπαύλεις εἶχον αὐτόν, ξυνέπεσέ τι λόγου καὶ ἀκοῆς ἄξιον. ἐπειδή ποτε ξυμβολῆς μεταξὺ Ῥωμαίων καὶ Περσῶν καρτερᾶς γενομένης τύχῃ τινὶ τὰ Περσῶν καθυπέρτερα ἦσαν, τὰ πρασσόμενα Μανουὴλ κατιδών, ὃς ὕστατος ὥς μοι πολλάκις ἐρρέθη παίδων βασιλεῖ ἐγένετο Ἰωάννῃ, τοῦ πατρὸς οὐδὲν αὐτῷ ξυνειδότος ἐς μέσους σὺν τοῖς ἀμφ' αὐτὸν ἐμπίπτει τοὺς πολεμίους, καὶ αὐτοὺς μὲν ἀπεώσατο, τὸ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἤδη ἐκλελοιπὸς ἀνέρρωσε φρόνημα. ἐφ' οἷς ἐδυσχέραινε μὲν ὁποῖα εἰκὸς ὁ πατὴρ καὶ ἐν δεινῷ τὴν τόλμαν ἐποιεῖτο, θαῦμα δὲ αὐτὸν ἔνδον ἐπεῖχε καὶ ἐξεπέπληκτο μονονουχί, εἰ ὀκτωκαίδεκα οὔπω γεγονὼς ἔτη τηλίκοις ἑαυτὸν παραβάλλειν κινδύνοις τολμᾷ, ῥύστην τε αὐτὸν δημοσίᾳ τοῦ Ῥωμαίων 22 ἀπεκάλει στρατοῦ. οὕτως οὐκ οἶδε παντάπασιν ἡλικίαις ἀρετὴ