1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

21

ἀπροόρατον γὰρ ἐπερχόμενον τὸ δεινὸν καὶ γενναίαν ἔστιν ὅτε ξυνετάραξε γνώμην. ἴστε τοίνυν ὦ συστρατιῶται πόλεμον ἡμῖν ἀπαντήσειν τὴν σήμερον τὸν μείζω τε τῶν προλαβόντων καὶ ὥσπερ ἀγώνισμα τελευταῖον δὴ τοῦτο καὶ ἔσχατον· καὶ χρὴ παρεσκευάσθαι καλῶς τῶν τε προτέρων ἡμῖν ἀγώνων ἕνεκα καὶ ὡς ἂν μὴ καὶ τὴν φθάσασαν ἤδη τῶν ἔργων ἐλέγξωμεν ἀρετήν, καὶ αὐτοῖς δὲ ἡμῖν ὅπως μεγάλων ἄρτι αἴτιοι ἐσόμεθα συμφορῶν. ὡς γὰρ προλαβοῦσαν δυστυχίαν τελευταῖον ἐπανορθοῦν εὐτύχημα πέφυκεν, οὕτως ἀτύχημα ὕστερον τὴν ἤδη διέφθειρεν εὐκληρίαν. ἀλλ' ὅπως μὴ καὶ ἡμῖν αὐτοῖς τηλικοῦτόν τι, ὦ λῷστοι, γένοιτο ξυμπεσεῖν, τηρητέον ὡς ἔνι μάλιστα τὴν τάξιν ἑκάστῳ, ἐκεῖνο καλῶς εἰδόσιν, ὡς εἰ μὲν τὰ τῆς τακτικῆς ἀπαράλυτα παντάπασιν ἡμῖν γένοιτο ἕκαστός τε τὸ ἑαυτοῦ τοῖς ἄλλοις ξυνεισενέγκῃ, νικᾶν τε ἡμῖν περιλήψεται καὶ κλέος ἑαυτοῖς περισώζειν, ὃ καὶ εἰς τοὺς εἰσέπειτα πάντως ἀνθρώπους 58 παραμενεῖ. εἰ δ' αὖ τοὐναντίον ὁποσονοῦν ἡμῖν ἀλλήλων ἀποδιῃρῆσθαι συμβαίη, αὐτίκα ἴστε ὅτι δὴ εὐχείρωτοι τοῖς ἐχθροῖς ἐσόμεθα. καθάπερ γὰρ πολιορκουμένης πόλεως πλευρὰ διαρραγεῖσα εὐέφοδον αὐτὴν τοῖς πολεμίοις ποιεῖ, οὕτω δὴ καὶ ἐπὶ τῶν στρατοπέδων ἔχει. ἀμέλει καὶ τούτου ἕνεκα λόχοι καὶ παρατάξεις, ὀπίσθιαί τε καὶ ἐμπρόσθιαι φάλαγγες, τὰ δεξιά τε καὶ εὐώνυμα τῶν κεράτων, ἰσοστοιχίαι τε καὶ σχήματα παρατάξεων τοῖς πάλαι ἀνθρώποις ἐπινενόηται. πόλις γάρ τις καὶ τὸ στρατόπεδόν ἐστι. καὶ δεῖ μὲν αὐτῇ πυλῶν, δεῖ δὲ πλευρῶν, δεῖ δὲ τάφρων, καὶ πάσης ἄλλης πόλεσιν ἀναλογούσης ἀκολουθίας. χρὴ τοίνυν οὕτω παρασκευάσασθαι καὶ ἡμᾶς. ἔτι γὰρ περὶ μέσην που τὴν πολεμίαν ἐσμὲν καὶ τῶν Ῥωμαΐδος μακρὰν ἀποπλανώμεθα ὁρίων." τοσαῦτα εἰπὼν συντάξας τε κατὰ κόσμον τὸ στράτευμα εὐθὺ τῆς λίμνης, ἣν πάλαι μὲν τοῦ Σκληροῦ κατὰ δὲ τοὺς νῦν χρόνους τοῦ Πουγγούση καλοῦσιν, ὁδοῦ εἴχετο. ἐπεὶ δ' ἐν ταῖς πεδιάσιν ἤδη ἐγένετο καὶ τῆς προτέρας στενοχωρίας ἐν εὐρυχώρῳ καθίσταται τούτῳ τὸ στράτευμα, κελεύει τῶν στρατιωτῶν τινι μέγα τι καὶ ἐξάκουστον ἀνακραγόντι Περσῶν τινα καλέσαι. ὁ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐποίει. προσιόντι δὲ τῷ Πέρσῃ "ταῦτα πρὸς τὸν σουλτὰν" βασιλεὺς ἔφη "ἀγγελεῖς. βασιλεύς σοι μέγας ταῦτα ἐπιστέλλει δι' ἐμοῦ. ἥκομεν ἄχρι καὶ εἰς Ἰκόνιον αὐτό. περιήλθομέν σου τὴν χώραν μετελεύσεσθαί σε τῆς ἐς τὴν ἡμετέραν βασιλείαν ἁμαρτάδος μάλιστα προθυμούμενοι. σὺ δ' ἀνεχώρεις ἀεὶ κατὰ τοὺς 59 δραπέτας, ἄλλην τε ἐξ ἄλλης ἀμείβων οὔπω μέχρι καὶ νῦν ἀντιμέτωπος στῆναι ἡμῖν ὑπέμεινας. ὅθεν ἡμεῖς μὲν ἄπιμεν ἐπὶ τὴν ἑαυτῶν, σὲ δὲ χρὴ παρεσκευάσθαι καλῶς εἰδότα ὡς ἅμα ἦρι φανέντι σὺν μείζονι αὖθις ἐπί σε ἥξομεν τῇ παρασκευῇ." ταῦτα τῷ Πέρσῃ ἐπισκήψας ἐπιθωρακίῳ τε τῶν ἐπὶ δόξης τινὸς δωρησάμενος, ὡς ἔκδηλος εἴη πρὸς βασιλέως πεμφθείς, ἀπεπέμψατο. ὁ δὲ σουλτὰν ἐπειδὴ ταῦτα ἤκουσε, πρέσβεις ὀλίγῳ ὕστερον περὶ εἰρήνης ἐπερωτήσοντας ἔπεμψεν. ἀλλ' ἦν ὁ βασιλεὺς μεγάλων τινῶν καὶ οὐκ εὐπαροράτων τὸ πρᾶγμα σταθμώμενος· ἀμέλει καὶ ἐπὶ σκήψεις τε ἄλλοτε ἄλλας ἀνεχώρει, καὶ ἀεὶ ἐς τὴν ἐπιοῦσαν τὸ τῆς πρεσβείας ἀπετίθετο τέλος, ἕως οἶμαι σαφές τι περὶ τῶν ἐξ ἑσπέρας, καθάπερ εἴρηται, προσδοκωμένων μαθεῖν αὐτῷ γένοιτο.

9. Ἐπεὶ δὲ περί τινα χῶρον ἐγένετο οὗ δὴ Μαίανδρος τὴν ἐκβολὴν ποιεῖται, ἔξω τῶν πολεμίων ἤδη γεγενῆσθαι νομίσας εὔυδρόν τε ἄλλως τὸν χῶρον ἰδὼν καὶ πολὺ τὸ χαρίεν ἀνθρώπων ὄψεσι παρεχόμενον, κυνηγεσίων ἀνέσει πόνους τοὺς ἐκ τῆς μάχης παραμυθεῖσθαι ἤθελε. κινήσεως οὖν τινος ἀμφὶ τῇ λόχμῃ αἰσθόμενος πόρρωθεν, ἐπειδὴ μὴ εἶχε διὰ τὴν λίαν ἀπόστασιν ξυνεῖναι τοῦ φαινομένου, τῶν περὶ αὐτόν τινας ἐπὶ κατασκοπήσει στείλας σκηνὰς μὲν ἐνταῦθα ἠθροῖσθαι πολλὰς ἤκουσε, τὰ δ' ἐπὶ τοῦ ἄλσους ταράσσοντα ἵππους εἶναι τῶν ἐν ταῖς σκηναῖς ἀνέτῳ στόματι τῇ πόᾳ ἐγχάσκοντας. τούς τε οὖν Πέρσας οἵτινες εἶεν αὐτίκα συνεῖδεν ἐκ τῆς σφετέρας αὐτοὺς ὀνομάσας φυλῆς, Ῥαμάν τινα γεν 60 νεάρχην αὐτοῖς καταλέγων