1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

100

ἐγένοντο τὰ στρατεύματα, ἐκέλευεν Ἀνδρόνικος τοῖς ἐμπροσθίοις τῶν ταγμάτων ἐπιτοξάζεσθαι Οὔννοις. ἐπειδὰν δὲ κατ' αὐτῶν ὁρμηθέντας ἴδοιεν, φεύγειν λοιπόν, οὐ μέντοι κατ' εὐθὺ τοῦ Ῥωμαίων στρατεύματος, ἀλλὰ κατὰ τὰ πλάγια μᾶλλον, ὡς ἂν οὕτως ἐπὶ θάτερα σχισθέντες Οὖννοι κενὴν τὴν μέσην τῆς φάλαγγος ἀπολίποιεν χώραν. ἀλλ' ἐκεῖνοι ἅμα τῇ προσβολῇ νῶτα δόντες ἔφευγον ἀνὰ κράτος ἕως ἐπὶ Σᾶον ἦλθον. ὑπηνέχθη δὲ Ῥωμαίοις τέλεον μὲν δύο τῶν ἐν ἀριστερᾷ ταγμάτων, ὧν Κοκκοβασίλειος καὶ Τατίκιος ἦρχον, τὰ λοιπὰ δὲ παρακεκίνηντο ἤδη. καὶ ∆ημήτριος μὲν ὁ Βρανᾶς τῶν σὺν αὐτῷ ἐσκεδασμένων σὺν ὀγδοήκοντα ἀπολειφθεὶς τοῖς πολεμίοις ξυνέμιξεν, ἡρωικῶς τε ἀγωνισάμενος αὐτοῦ ἔπεσε καιρίαν κατὰ τοῦ προσώπου πληγείς, αἰχμάλωτός τε γεγονὼς εἰς τὸ Οὔννων ἀπηνέχθη στρατόπεδον. ὁ δέ γε ἀδελφὸς αὐτοῦ Γεώργιος πρὸς τὸ ὑπερβάλλον τοῦ πλήθους διευλαβηθεὶς οὐκ ἐθάρρησε τὴν συμπλοκήν. τὰ μὲν δὴ εὐώνυμα 273 τῶν κεράτων οὕτω Ῥωμαίοις πρὸς ὑπαγωγὴν ἔκλινε, τὰ δὲ τῶν δεξιῶν τοῖς ἐν ἀριστερᾷ ἐπιθέμενα Οὔννοις ἐτρέψαντο τούτους περιφανῶς. ∆ιονύσιος οὖν ἐπειδὴ ταῦτα εἶδε τοῖς περὶ τὸν στρατηγὸν Ἀνδρόνικον ἐπιθέσθαι διενοήθη. ἀλλὰ τῶν σὺν αὐτῷ πολλοὶ ἀποδειλιᾶν ἤρξαντο, ὅθεν καὶ ἀνεσείραζον σφίσι τὴν ἵππον. γνοὺς δὲ ∆ιονύσιος ὠνείδιζε μὲν τὴν ἀνανδρίαν αὐτοῖς, παρεκάλει δ' ὅμως αὐτοῦ ἵστασθαι, ὡς μὴ καταφανῆ τὴν δειλίαν Ῥωμαίοις ποιήσωσιν. Ἀνδρόνικος δὲ ὁ Λαμπαρδᾶς τὰ πρασσόμενα κατιδὼν δείσας τε μὴ τὸ σὺν τῷ ∆ιονυσίῳ πλῆθος, αὐτοῦ ἐφ' ἕτερα χωρήσαντος, Ἀνδρονίκῳ λοιπὸν ἐμπεσεῖται τῷ στρατηγῷ, δεῖν ἔγνω ∆ιονυσίῳ πρότερον αὐτῷ συμπλακῆναι. ἐμπεσόντων δὲ ἀλλήλοις θροῦς ἠγέρθη καὶ πάταγος ἐπεῖχε πάντα καὶ τὰ δόρατα πρὸς ταῖς ἀσπίσιν ἀποκαυλιζόμενα χαμαὶ ἔπιπτον. Ῥωμαῖοι δὲ καίτοι τῶν ὑπὸ θατέρῳ Βρανᾷ τῷ Γεωργίῳ ταττομένων συνελθόντων αὐτοῖς ἔκαμνον ὅμως. Ἀνδρόνικος τοίνυν ὁ στρατηγὸς ἐπειδὴ τοῦτο συνεῖδεν, ὡς μὴ κατὰ κράτος καὶ τῶν σὺν τῷ Λαμπαρδᾷ ἡττημένων ἐπ' αὐτῷ ἡ ἀγώνισις στήσεται πᾶσα, συρρήγνυται τοῖς πολεμίοις, καὶ γίνεται καρτερὰ προσβολή, ὡς παρὰ τὴν πρώτην Ῥωμαίων μὲν ὀγδοήκοντα πεσεῖν, βαρβάρων δὲ πολλῷ τούτων πλείους. ἀλλὰ Ῥωμαῖοι σὺν ἀφάτῳ τινὶ καρτερίᾳ τὸν ἀγῶνα ὑφιστάμενοι τέλος ἐτρέψαντο τούτους ἀρετῇ τῇ σφετέρᾳ. τοσοῦτος μέντοι βαρβάρων φόνος ἐγένετο, ὡς τὰς ἐνταῦθα πεδιάδας μικροῦ περιστρωθῆναι τοῖς θνησιμαίοις. τῶν γὰρ δοράτων 274 σφίσι κλασθέντων καὶ θρυβέντων ἤδη τῶν ξιφῶν, ταῖς κορύναις ἡλόων τοῖς κακοδαίμοσι τὰς κεφαλάς. ὅτε δὴ τό τε σημεῖον ἡρέθη, ὃ πάμμεγα τοῖς βαρβάροις τούτοις ἐπὶ ἁμάξης ἐφέρετο, καὶ ὁ ∆ιονυσίου ἵππος σὺν τῇ πανοπλίᾳ, μόλις ἐκείνου καὶ τρόπῳ ᾧπερ αὐτὸς ἐρεῖν οὐκ ἔχω τὸν κίνδυνον πεφευγότος. ὅσοι μέντοι βαρβάρων διαδρᾶναι τέως ἴσχυσαν, παρὰ τὸν ποταμὸν ἰόντες ἡλίσκοντο πρὸς τοῦ Ῥωμαίων ναυτικοῦ. ἑάλωσαν τοίνυν ζωγρίαι στρατηγῶν μέν, οὓς αὐτοὶ ζουπάνους καλοῦσι, πέντε, στρατιωτῶν δὲ ἀμφὶ τοὺς ὀκτακοσίους. πολλοὶ δὲ ἦσαν καὶ ἐν αὐτοῖς τῶν εὖ τε γεγονότων καὶ ἄλλως διαφανῶν. ἔπεσον δὲ καὶ πλεῖσται χιλιάδες ἐν τούτῳ τῷ πόνῳ. οὐκ ἦν οὐδεὶς Ῥωμαίων, ὃς οὐ πολλῶν αὐτόχειρ ἐγένετο ἀριστειῶν. πάντων γε μὴν μάλιστα Ἰωάννης τε ὁ Κοντοστέφανος καὶ Ἀνδρόνικος ὁ Λαμπαρδᾶς. ταῦτα κατωρθωκὼς ὁ Ῥωμαίων στρατός, ἐπειδήπερ ἀωρὶ τῶν νυκτῶν ἦν, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, ἄγοντες τούς τε τῶν Οὔννων αἰχμαλώτους καὶ θώρακας ἐς δισχιλίους, κράνη γε μὴν καὶ ἀσπίδας καὶ ξίφη οὐδ' ἂν ἀριθμεῖν ἠδυνήθη τις. τὴν μὲν οὖν νύκτα ἐκείνην ἐπὶ τοιούτοις ηὐλίσαντο, αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τοῖς ὅπλοις ἐνδεδυκότες εἰς τὸ τῶν Οὔννων ἀφίκοντο χαράκωμα. ἐπεὶ δὲ ἀνδρῶν ἔρημον εὗρον αὐτό, σκυλαγωγήσαντες ἀνέστρεφον. ὁ μὲν δὴ κατὰ Οὔννων πόλεμος ἐνταῦθα τέλος ἔσχεν.

8. Ὁ δὲ βασιλεὺς τῶν τε τειχέων τῆς Κωνσταντίνου ἐπιμεμέλητο μέρεσι πολλοῖς ὑπὸ χρόνου καμνόντων, καὶ ὑδάτων ἐν 275 δείας κατεχούσης αὐτὴν