1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

13

πρότερον βασιλεὺς προσχεῖν ἠξίωσε, πρὶν ἐς τὸ τοῦ βασιλέως καὶ πατρὸς ἀπιὼν μνῆμα ἐντεῦθεν δὴ τὴν συμπάθειαν ἐκομίσατο καὶ λίζιον λοιπὸν αὑτὸν ἐποιήσατο. 36 4. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Εἰρήνην τὴν αὐτῷ οὔπω βασιλεῖ μνηστευθεῖσαν βασιλεὺς ἠγάγετο, κόρην ἐς ῥῆγας μὲν ἀναφέρουσαν ἠθῶν δὲ κοσμιότητι καὶ ψυχικαῖς ἀρεταῖς οὐδεμιᾶς ἐλάσσω τῶν τότε γεγενημένην. λέγεται δή τι περὶ ταύτης τοιοῦτον. ὁπηνίκα ἐς Βυζάντιον ἄρτι παρῄει, ἄλλαι τε τῶν ἐπ' εὐγενείᾳ διαφερουσῶν ὑπήντων αὐτῇ καὶ ἣ Ἀλεξίῳ βασιλεῖ ἥρμοστο· ἠμφίεστο δὲ ἐσθῆτα μὲν ἀπὸ βύσσου, τἆλλα δὲ ἐκ χρυσοῦ καὶ πορφύρας κεκόσμητο. ἀλλὰ τὸ τοῦ βύσσου κυαναυγὲς μελαμφόρον ταύτην ἐποίει τῇ νεήλυδι καταφαίνεσθαι. ἀμέλει καὶ ἐπυνθάνετο τῶν παρόντων, ἥτις ποτὲ εἴη ἡ μονήρης αὕτη καὶ μεγαλοπρεπὴς λέγουσα. τοῦτο δὴ ξύμβολον τοῖς ἀκούσασιν οὐμενοῦν ἀγαθὸν ἔδοξε, καὶ τὸ τέλος οὐκ εἰς μακρὰν ἠκολούθει. βασιλέα δὲ ἡ τῆς Ἀσίας εἶχε περαία καὶ τὰ Βιθυνῶν ὅρια σκεπτόμενον ὅπως ἂν μηκέτι ἐσβατὰ τῷ Περσῶν γένει τὰ τῇδε γένοιτο. τῶν γὰρ ἐν τοῖς ἄνω χρόνοις τὰς τῶν βαρβάρων ἐπιτειχιζόντων ὁρμὰς ἀμελείᾳ περιοραθέντων, εὐέφοδα Πέρσαις τὰ τῇδε ἐγένοντο. ἀλλὰ τοῦτο μὲν χρόνοις ὕστερον φιλοτιμότατα πρὸς βασιλέως ἀνεπλήσθη πλείους ἀνοικισαμένου πόλεις· τότε δ' οὖν ἔγνω πολίχνην ἐν τοῖς οὕτω Μελαγγείοις καλουμένοις ἀνεγεῖραι. τοῦ μέντοι ἔργου προβαίνοντος ἠγγέλη αὐτῷ, ὡς τῇ πρεσβυτάτῃ τῶν βασιλέως Ἰωάννου θυγατέρων, ἣν ὁ καῖσαρ ἠγάγετο Ῥογέ-ριος, νόσος ἐπιγεγονυῖα ἄφυκτον ὑπογράφει τὸν κίνδυνον. εἰς 37 ὅσον οὖν πέρατι δοῦναι τὸ ἔργον τῷ χώρῳ ἐνδιατρίψας τῆς ἐπὶ Βυζάντιον εἴχετο. ἀλλὰ μεταξὺ τὸ χρεὼν ἐκείνη ἀπέπλησε, γυνὴ μεγαλόφρων ἐν ταῖς μάλιστα καὶ πολὺ τὸ ἀρρενωπὸν ἔχουσα. ἐγὼ δ' ἐνταῦθα τοῦ λόγου γενόμενος εἰς μνήμην ἦλθον τοῦ ἔργου τῆς γυναικὸς ταυτησὶ καὶ εἰσέπειτα θαυμάζεσθαι ἀξίου. φασὶ τὸν καίσαρα Ῥογέριον τῇ βασιλείᾳ καὶ αὐτὸν κατ' ἐκεῖνον ἐποφθαλμίσαντα τὸν χρόνον, ὁπηνίκα οὔπω μετὰ τὴν βασιλέως Ἰωάννου τελευτὴν ἡ Κωνσταντίνου τὸν νέον αὐτοκράτορα εἶχε, στασιώτας ἑαυτῷ ἄλλους τε περιστῆσαι συχνούς, καὶ δὴ καὶ τῶν τινα Ἰταλιωτῶν γένους συμπατριώτην αὐτῷ τὸ πατρόθεν ὄντα σὺν τοῖς ἀμφ' αὐτὸν ἑταιρίσασθαι εἰς τετρακοσίους μάλιστα ἀγειρομένους. ἦν δὲ ὁ Ἰταλιώτης γένει μὲν περιφανὴς καὶ ἐπίδοξος, Καπύης δὲ πόλεως ἐξάρχων Ἰταλικῆς πολυανθρωποτάτης ἄγαν καὶ εὐδαίμονος. αἰτία δὲ αὐτῷ τῆς ἐν Βυζαντίῳ διατριβῆς αὕτη ἦν· ὁ τῷ τηνικάδε Σικελίας τυραννῶν Ῥογέριος, οὗ πολὺν ἐν τοῖς ὄπισθεν ποιησόμεθα λόγον ἐπειδὰν τὰς Ἰταλικὰς ἀναγράφοιμεν μάχας, ἐπὶ τὴν Καπύης λιχνευσάμενος ἀρχὴν πολὺς ἐνέκειτο τῷ ἀνδρὶ πολεμῶν. ἐφ' οἷς οὗτος ἀπειρηκὼς τὴν εἰς Βυζάντιον ἐστείλατο. καίσαρι μὲν οὖν ταῦτα ἐπράσσετο. ἡ δὲ σύνοικος ἐπειδὴ μετὰ πολλὰς παραινέσεις ἰσχυρογνώμονα τοῦτον ἑώρα καὶ δεινῶς βασιλειῶντα καὶ οὐδ' ἂν εἴ τι καὶ γένηται μεταθησόμενον τοῦ σκοποῦ, τοὺς τῶν κοινῶν ἐπιμελητὰς ὡς ἑαυτὴν μεταπεμψαμένη κοινοῦται τὸ πρᾶγμα καὶ ἢ (φησὶν) αὐτοί μοι τὸν ἄνδρα παράδοτε, 38 ἢ γοῦν μελήσει πάντως ὑμῖν τοῦ τὴν βασίλειαν ἀδελφῷ συντηρῆσαι τὠμῷ. ἡ μὲν ταῦτα εἶπεν· οἱ δὲ τὸν καίσαρα παντοδαπῶς ὑπελθόντες ἐπί τινα τῶν ἀγχοῦ Βυζαντίου προαστείων ἐξῆγον χρείας δῆθέν τινος ἕνεκα. ἐπειδή τε ἐπὶ τοῦ τόπου ἐγένετο, αὐτὸν μὲν ἐνταῦθα διατρίβειν ἀφῆκαν, οἱ δὲ ἐπὶ τὴν πόλιν ἦλθον. 5. Ἡ μὲν δὴ Μαρία τοιάδε τις ἦν. βασιλεὺς δέ, τοῦ πάθους ἀγγελθέντος αὐτῷ, τότε μὲν ἐς Βυζάντιον ἦλθε· μετὰ δέ τινα χρόνον ἐς τὴν ἐπὶ Ῥυνδακοῦ αὐλισάμενος πεδιάδα, ἔνθα βασιλεῖ Ἰωάννῃ φρούριόν τι ἐκ καινῆς ἀνῳκοδομήθη, ὃ Λοπάδιον ὠνόμασται τοῖς πολλοῖς, ἐνταῦθα τὸν στρατὸν ἤγειρεν, ἐς τὴν Περσικὴν ἐμβαλεῖν διανοούμενος. Πέρσαι γὰρ τὰς μεταξὺ Ῥωμαίων σπονδὰς παραλύσαντες Πρακανάν τε πόλιν Ἰσαυρικὴν ἐκπορθήσαντες εἷλον καὶ πλεῖστα ἄλλα Ῥωμαίους προσεζημίωσαν. ἐπειδὴ γοῦν ὡς ἄριστα παρεσκεύαστο ἤδη, ἄρας ἐκεῖθεν σπουδῇ ἐπὶ τὰ πρόσω ἐχώρει, κατὰ νοῦν ἔχων ὡς ἂν ἀφυλάκτοις αὐτοῖς ἐξαπιναίως ἐπελθὼν