1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

59

ἐλθοῦσα καὶ θώρακος αὐτοῦ ἄχρι καὶ ἐπὶ τὸ δέρμα διεξέπεσεν, ὁ δ' Ἐγχέλυς δι' ἀσπίδος καὶ αὐτὸς τὸ δόρυ ἐλάσας, ἔνθα τῆς κεφαλῆς ὑπερανίστασθαι ταύτην συνέβαινεν, ὑπανασχόντος ἤδη τοῦ στρατιώτου ὡς τὰ περὶ αὐτὴν φράξαιτο, κράνος τε αὐτὸ διετόρησε καὶ σαρκὸς ἔψαυσεν. οὕτω τε ἀλλήλων ἀπαλλαγέντες ὁ μὲν ἐπὶ τὸ Ῥωμαίων ἐχώρησε στρατόπεδον, ἅτερος δ' ἐπὶ τὴν πόλιν ἦλθε. Ῥωμαῖοι δὲ ἐπειδὴ τέλος ἤδη τὰ τῶν ἐν σφίσιν ἔσχεν ἑορτῆς, ταξάμενοι ἐπὶ τὴν πόλιν ἐχώρουν. ὡς δὲ πολλὰ τοῖς πετροβόλοις τὰ τείχη μαστίξαντες ἀνηνύτοις ἐπιχειρεῖν ἔγνωσαν (οἱ γὰρ πάλαι ἄνθρωποι πολλὴν ἐπὶ τῶν ἔργων ποιούμενοι τὴν ἐπιμέλειαν πολὺ μᾶλλον ἐς τὰς τῶν πόλεων, ὡς τὸ εἰκός, πεφιλοτίμηνται οἰκοδομάς), τούτου μὲν ἀπέσχοντο, προσωτέρω δὲ καὶ ὅσῳ τειχέων ὑπερίπτασθαι τοὺς λίθους ἀποδισκεύοντες τῆς πόλεως ἐντὸς πίπτειν ἐποίουν. ἀλλ' ἅμα τε πρώτην ἀφῆκαν, καὶ γύναιόν τι ἀνὰ τὴν πόλιν σοβοῦν κατὰ κορυφὴν δεξάμενον τὴν βολὴν τήν τε κεφαλὴν διε 161 σπαράχθη καὶ πᾶσαν μελῶν παρελύθη τὴν ὄστωσιν. ὀλοφυρμὸς οὖν ἐγένετο, καὶ σχῆμα πόλεως ἁλούσης ἐπεῖχε τότε τοὺς ἔνδον οὐδὲ ὅσον ἐπὶ θέαν τῆς δυστήνου ἐκείνης ἀνθρώπου ἐξιέναι θαρσοῦντας. ὡς δὲ καὶ δευτέραν ἐπέρριψαν καὶ ἤδη συχνὰς ἐποιοῦντο Ῥωμαῖοι τὰς βολάς, ἐκπλαγέντες ὁ δῆμος λίθον ὑπὲρ κεφαλῆς ἐφαντάζετο ἕκαστος, ἄλλον τρόπον καὶ οὐχ ὅνπερ οἱ μῦθοι περὶ Ταντάλου φασίν. ὅθεν καὶ τῶν πολιτῶν βουλευομένων ἤδη Ῥωμαίοις εἰσόδου παραχωρεῖν αἰσθόμενον τὸ στρατιωτικὸν καὶ ὅσον ἐπὶ τῶν πύργων φυλακὴν εἶχε, δρόμῳ πολλῷ ἐπὶ τὴν ἀκρόπολιν ἀνεχώρουν. αἵ τε πύλαι πρὸς τοῦ δήμου ἀνακλιθεῖσαι τὸν Ῥωμαίων εἰσωδίαζον στρατόν. ἐπειδὴ γοῦν καὶ ταύτην ὁ ∆ούκας ἔσχε, διχῆ τὸ στράτευμα διελών, ὃ μὲν αὐτοῦ που παρὰ τὴν πόλιν κατεῖχε τοῖς ἐπ' ἀκροπόλεως μαχούμενον, τὸ δ' ἄλλο ἐς προνομὰς ἔπεμψε. ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο χώρα δέ τις πολυανθρωποτάτη καὶ εὔγεως, ἣν καλοῦσιν Ἁλίτζιον, τὰ ἐπὶ Βρεντεσίῳ συμπεπτωκότα λογισαμένη τῷ βασιλεῖ προσεχώρησε. πολεμίων δὲ ὀλίγος στρατὸς ἐπὶ λόχμης τινὸς τοῖς τὴν Ῥωμαίων νέμουσιν ἐλλοχήσαντες ἵππον (Κελτοὶ δὲ ἦσαν), ἐπειδήπερ εἰς ὕπνον αὐτοὺς ἐνεχθέντας εἶδον, τὴν ἵππον ἐκεῖθεν ἤλασαν· ὅπερ ἀκούσαντες Ῥωμαῖοι πρὸς τῶν ἐκ τῆς χορταγωγίας ἐπανιόντων αὐτοῖς ἀγγελθέν, ταχὺ διώξαντες τήν τε ἵππον ἀνείλοντο πᾶσαν καὶ τῶν πολεμίων τοὺς πλείστους ζωγρήσαντες εἷλον. ὅτε δὴ καὶ ἄνδρα τῶν μάλιστα ἐν Ἰταλιώταις δοκίμων Συχέρην ὄνομα ἁλῶναι τετύχηκεν. ἀλλ' οὔπω καταφα 162 νὴς ὅστις εἴη γεγονὼς χρυσίου δόσει τὸν κατασχόντα ὑπελθὼν ἑαυτὸν ἔλυσε.

11. Ῥωμαίους δὲ φήμη τις περιέπτη ὡς Γιλίελμος ἔπεισιν ὀλίγῳ ὕστερον δυνάμεις ἐπαγόμενος βαρείας ἠπειρώτιδάς τε καὶ ναυτικάς. ὅθεν καὶ ἐκ τῶν ἐνόντων συσκευασάμενοι ἡσυχῆ ἔμενον. οὔπω δὲ πέμπτη μετ' ἐκείνην ἡμέρα ἐφειστήκει, καί τις ἐκ τοῦ τῶν πολεμίων αὐτομολήσας στρατοῦ Γιλίελμον ἐγγὺς παρεῖναι ἐμήνυε Ῥωμαίους ὡς ἐν ἄρκυσι συλληψόμενον. ταῦτα οἱ Ῥωμαίων ἀκούσαντες στρατηγοὶ τὸν πόλεμον ἤδη διέγραφον. ἐδόκει τοίνυν Βασαβίλαν μὲν καὶ Ἰωάννην τὸν Ἄγγελον τὸ μι-σθοφορικὸν ἅπαν ἔχοντας καὶ τοὺς ὅσοι ἐξ Ἰταλίας τῷ βασιλεῖ προσεχώρησαν, τὸν ἐκ τῆς ἠπείρου ἀναδέξασθαι πόνον, τόν γε μὴν ∆ούκαν τοῖς ἐκ θαλάσσης διαγωνιεῖσθαι. οὕτω γὰρ ἔφασκον ἀλλήλοις ἀμύνειν ἱκανοὶ ἔσεσθαι. ἕωθεν οὖν ὁ μὲν ∆ούκας σὺν τοῖς καταφράκτοις τῶν περὶ αὐτὸν ἱππέων βάδην ἐπὶ τῆς ἀκτῆς ἐπορεύετο, ἐπὶ θάτερα παραπλεούσας τὰς ναῦς ἔχων, οἱ δ' ἄλλοι πρὸς τὴν ἐκ τῆς ἠπείρου ἑτοιμασάμενοι μάχην κατὰ τάξεις ἐχώρουν. αἱ δὲ τῶν Σικελικῶν νῆες, ἐπειδήπερ ἀγχοῦ τῆς πόλεως ἤδη ἐγένοντο, οὐκ ἔχουσαι ἀθρόαι τῷ λιμένι εἰσπεσεῖν (ἱκανῶς γὰρ ἔνδοθι εὐρυνόμενος εἶτα εἰς στενὸν ἠρέμα τελευτᾷ) κατὰ δεκάδας διαιρεθεῖσαι εἰσῄεσαν ἐκ διαδοχῆς. ὅτε δὴ λέγεται ὡς ὁ ∆ούκας πρὸς τὸ πλῆθος ἀποδειλιᾶσαν τὸ Ῥωμαίων ὁρῶν ναυτικὸν ἅτε κομιδῇ ὀλίγον ὂν (τέσσαρες γὰρ πρὸς ταῖς 163 δέκα αἱ πᾶσαι νῆες ἦσαν αὐτῷ) τοιάδε τινὰ ἐνενόει·