1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

40

πόρρω τῶν ἄλλων Ῥωμαίων γεγονότας αὐτοὺς κατανοήσαντες ἐπεστράφησάν τε καὶ ἀντιμέτωποι ἔστησαν.

9. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν. βασιλεὺς δὲ ἤδη τὴν ὅπλισιν περιθέμενος ἀνέτῳ ῥυτῆρι διώκων ἐπ' αὐτοὺς ἦλθεν, ἐν χρῷ τε ἀλλήλοις ἐφ' ἕνα χῶρον συνιόντας εὑρὼν ἐκατηγόρει τε ἀναφανδὰ καὶ πικρότατα ἐλοιδορεῖτο, δειλίαν αὐτοῖς προσονειδίζων καὶ πολεμικῶν ἀμαθίαν ἔργων. τῶν δὲ τοῦ χώρου τὴν φύσιν καὶ τὸ τῆς χιόνος προφερόντων ἄμετρον, αὐτὸς τῆς ὁδοῦ κατάρχων ἕπεσθαι σφίσιν ἐκέλευεν. ἤδη γὰρ καὶ ἄλλο αὐτοῖς Ῥωμαίων συνίστατο πλῆθος. ἐν ᾧ δὲ τὴν πορείαν ἐτίθεντο, ἐνέδρα πολεμίων ἐκ τοῦ ἀφανοῦς ἐκπηδήσασα τοῖς ἐν ἀριστερᾷ Ῥωμαίοις ἐπετίθετο. ἀλλὰ ταύτην μὲν ἐπειδήπερ ὀλιγανδροῦσαν βασιλεὺς ἔγνω, οὐδὲ ὅσον ἐπεστράφθαι ἠξίωσεν· ἀεὶ γὰρ ἀνεπιστρόφως ἐδίωκεν, εἴ πως ἢ αὐτὸν χειρώσασθαί οἱ γένοιτο τὸν ἀρχιζουπάνον ἢ τὸν παρὰ τοῖς Παίοσιν εἰς ἐκείνην στρατηγοῦντα τὴν ἡμέραν ἀνδρείας εὖ ἥκοντα. οἱ μὲν οὖν ἐκ τῆς ἐνέδρας μηδὲν ἄξιον λόγου πεπραχότες διελύοντο αὖθις. βασιλεὺς δὲ μικρὰ διώξας, ἐπειδὴ τοὺς ἀμφ' αὐτὸν ἔγνω ἐκκακήσαντας ἤδη, αὐτοὺς μὲν παρῆλθε, δύο δὲ ξυγγενῶν παρειληφὼς τῶν αὑτοῦ, ὧν ὁ μὲν Ἰωάννης ὁ ∆ούκας ἦν, ἅτερος δὲ ὃς τὴν Ἀνδρονίκου τοῦ σεβαστοκράτορος ἔγημε παῖδα, ὄνομα Ἰωάννης καὶ αὐτὸς ἐπίκλησιν Καντακουζηνός, σὺν αὐτοῖς ἐπὶ τοὺς πολεμίους ἐχώρει. οἱ δὲ ἐκ τῆς ὁπλίσεως αὐτὸν κα 110 τανοήσαντες (χρυσῷ γὰρ κατακόρως ἀλήλιπτο πᾶσα) καὶ τῆς τοῦ σώματος δὲ ἀναδρομῆς τε καὶ εὐφυΐας τεκμηριωσάμενοι μάλιστα (ἥρωσι γὰρ ἀτεχνῶς ἐῴκει, ἅτε τῷ ξένῳ τῆς ἱππασίας καὶ τῆς ἀμφιδεξίου περὶ τὰ ὅπλα κινήσεως πολλῷ διενεγκὼν) νῶτα διδόναι οὐδαμῆ ᾐσχύνοντο. ὁ δὲ φεύγουσιν ἐπιθέμενος λέγεται ὅτι μιᾷ δόρατος προσβολῇ πεντεκαίδεκα τῶν πολεμίων εἰς γῆν ἔβαλλεν. ἐν γὰρ ταράχῳ καὶ συγχύσει φερομένους συγκρούειν ἀλλήλοις οὐδενὶ κόσμῳ συνέβαινεν αὐτούς· τετταράκοντα δὲ τοὺς πάντας ἐπὶ στόμα κατενεγκὼν τοὺς ἄλλους ἐτρέψατο, φεύγουσί τε ἐφεπόμενος συνέκοπτεν ἀεὶ κατὰ νώτου καὶ ξίφει καὶ δόρατι χρώμενος. ὅτε συνέπεσέ τι καὶ τοιοῦτον· τῶν τις προκαταδορατισθέντων αὐτῷ τοῦ πτώματος ἀνενεγκὼν (οὐ γὰρ καιρίαν ἐτύγχανε πεπληγμένος) ἔφευγεν ἐκ ποδὸς τὴν πορείαν ὁ τάλας ποιούμενος. ἐπειδή τε ἀγχοῦ βασιλέα γεγονότα εἶδε σπασάμενος τὸ ξίφος πατάξων ἐφέρετο τοῦτον. ὁ δὲ λὰξ τῷ στήθει ἐπιβὰς αὐτὸν μὲν εἰς γῆν ἤνεγκε, σημειωσάμενος δὲ ἔκ τινος ἐπισήμου περὶ τὸν ὀφθαλμὸν πάθους παρῆλθε. κάμνοντος δὲ τοῦ ἵππου αἰσθόμενος ἤδη τῷ βάρει τῶν ὅπλων, παλινδρομεῖν μὲν οὐδὲ ὣς ἤθελε, τῷ δὲ Καντακουζηνῷ (ἐτύγχανε γὰρ ἤδη τῶν βασιλέως ἐποχούμενος) ἐκέλευε πρόσω χωρήσαντι συμμίγνυσθαι τοῖς βαρβάροις, ὡς ἂν οὕτω τῇ πρὸς αὐτὸν ἀσχολίᾳ ἐπικαταλαβεῖν σφᾶς καὶ αὐτὸν γένοιτο. καὶ ἔτυχέ γε τοῦ σκοποῦ. ἐπειδὴ γὰρ τάχιστα τῶν πολεμίων ὁ Ἰωάννης ἐγγύθεν ἐγένετο, Βακχῖνον τὸν ἀρχιζουπάνον παίει μὲν κατὰ τοῦ μεταφρένου, διελάσαι τὸ δόρυ προθυμηθείς· οὐ μέντοι γε καὶ 111 ἐδυνήθη τῆς ὁπλίσεως ἀντισχούσης. ὁ δὲ ἐπιστραφεὶς ἔγνω πρὸς ἀνδρῶν διωκόμενος δυοῖν. συμπαρῆν γὰρ βασιλεῖ καὶ θάτερος Ἰωάννης, οὗπερ ἤδη ἐμνήσθην. ἑπτὰ γοῦν τῶν ἀμφ' αὐτὸν ἐπαγόμενος ξυμπλέκεται τῷ Καντακουζηνῷ, καὶ ἡ μάχη ἀπὸ χειρὸς ἤδη ἐγίνετο. ἐν τούτῳ δὲ τῶν βαρβάρων ἄλλου ἀλλαχόθεν συρρέοντος ἀεὶ ἐν ἐσχάτοις ὁ Καντακουζηνὸς ἦν, καὶ εἰ μὴ βασιλεὺς ἐγγύθεν ἤδη παραφανεὶς ἐξεῖλεν αὐτὸν τοῦ κινδύνου, ἐδέησεν οἶμαι οὐδὲν βαρβαρικῆς ἔργον μαχαίρας γενέσθαι τὸν ἄνθρωπον. οὐ μὴν οὐδὲ αὐτὸς βασιλεὺς ἔξω κινδύνου ἐγένετο. λογισάμενος γὰρ ὡς εἰ τοῖς τὸν Ἰωάννην κυκλοῦσιν ἑπτὰ τέως οὖσιν αὐτὸς ἀντιτάξοιτο, ἐξέσται τοῖς ἄλλοις εἰς τριακοσίους ἤδη ἀριθμουμένοις κατ' ἀμφοτέρων ἰέναι, δεῖν ἔγνω τῷ πλήθει ξυμπλακήσεσθαι πρότερον· ἐκείνων γὰρ ὑποχωρούντων ξυναποστῆναι καὶ τοὺς τὸν Ἰωάννην περιστοιχίζοντας εἰκὸς ἦν· καὶ δὴ τὸν ἵππον μυωπίσας περὶ μέσους εἰσήλασεν. ἀλλά τινα τούτων παῖσαι τῷ δόρατι προθυμηθεὶς