1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

26

ἐποίουν. ἐπεὶ δὲ ταῖς πεδιάσιν ἤδη ὡμίλουν, αἳ πολλὰ τὰ δυσπρόσοδα τῶν κατὰ τὴν ∆ακικὴν διαδέχονται χωρίων, παραφαίνειν λοιπὸν τὸ δυσμενὲς ἤρξαντο, τοῖς τε κατ' ἐμπορίαν τὰ ὤνια σφίσιν ἀποδιδοῦσι χεῖρα ἐπέβαλον 71 ἄδικον· κἄν τις ἀπισχυρίσαιτο πρὸς τὴν ἁρπαγήν, τοῦτον δὲ ῥομφαίας ἔργον ἐτίθεσαν. ὅ τε ῥὴξ Κορράδος ἀνεπιστρόφως πάντῃ τῶν γινομένων εἶχε καὶ τοῖς ἐπικαλοῦσιν ἢ οὐδὲ προσεῖχεν ὅλως ἢ καὶ προσχὼν τῇ τοῦ πλήθους ἀλογιστίᾳ τὸ πᾶν ἀπεγράφετο. τούτων βασιλεὺς ἀκηκοὼς στράτευμα ᾗ τάχους εἶχεν ἅμα Προσοὺχ ἀνδρὶ ἐμπειρομάχῳ κατ' αὐτῶν ἔπεμψεν. ὃς καὶ ἐπειδὴ περὶ πόλιν Ἀδριανοῦ τούτοις συνέμιξε, μέχρι μέν τινος ἀπὸ διαστάσεως εἵπετο, τὰς ἀτάκτους τοῦ πλήθους ἀνασειράζων ὁρμάς. ὡς δὲ καὶ ἐπὶ μᾶλλον θρασυνομένους αὐτοὺς ἑώρα, καὶ πολεμίας ἤδη ἐν τῷ ἐμφανεῖ συνέμιξε χεῖρας ἀπ' αἰτίας τοιᾶσδε. τῶν τινα ἐπισημοτέρων Ἀλαμανῶν μαλακισθέντα τὸ σῶμα σεμνεῖόν τι εἶχε τῶν ἀνὰ τὴν πόλιν Ἀδριανοῦ σύν τε χρήμασι καὶ ἀποσκευῇ τῇ πάσῃ· ἃ φωράσαντές τινες Ῥωμαίων τῶν ἐκ πεζικῶν καταλόγων πῦρ τε τῇ καταγωγῇ ὑφῆψαν καὶ τὸν ἄνθρωπον οὕτω προσαπολέσαντες τὰ χρήματα ἔσχον. ὡς οὖν εἰς ἀκοὰς Φρεδερίκῳ τὸ γεγονὸς ἦλθε τῷ Κορράδου ἀδελφιδῷ, ἀνδρὶ ὑπ' ἀσυμμέτρου αὐθαδείας τήν τε ὁρμὴν ἀκαθέκτῳ καὶ ἐπιεικῶς φρονηματίᾳ, σπουδῇ παλίνορσος ἐπὶ τὴν Ἀδριανοῦ ἦλθε καίτοι δυοῖν ἡμέραιν ὁδὸν Κορράδου προαπιών, πυρί τε τὸ σεμνεῖον φλέξας οὗ δὴ ὁ Ἀλαμανὸς κατέλυε πρότερον, ταύτην πολέμου πρόφασιν Ῥωμαίοις τε καὶ αὐτοῖς ἐντεῦθεν ξυνεπορίσατο. ὁ γάρ τοι Προσοὺχ εἰς χεῖρας διὰ τοῦτο Φρεδερίκῳ ἐλθὼν ἐτρέψατο αὐτὸν 72 καὶ φόνον βαρβάρων πολὺν εἴργαστο. ἦν δὲ Φρεδερίκος οὗτος ὁ μετὰ Κορράδον Ἀλαμανῶν ἄρξας, ἐξ αἰτίας ἣ ἐν τοῖς εἰσέπειτα λελέξεται λόγοις. ἐντεῦθεν τῆς προτέρας Ἀλαμανοὶ καθυφῆκαν ἀλαζονείας, ἔργῳ τὴν Ῥωμαίων διδαχθέντες ἰσχύν.

14. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Ἀνδρόνικος δέ, ὃν καὶ Ὦπον ἐκάλουν, ἐκ βασιλέως τούτων δὴ ἕνεκα πεμφθείς, τῶν τε ὅρκων ἀνεμίμνησκε σφᾶς καὶ ἃ περὶ τοῦ μηδὲν ἀδικήσειν Ῥωμαίους διωμολογήκασι πρότερον συχνὰ προφέρων ὠνείδιζέ τε τὴν ἀπιστίαν αὐτοῖς, καὶ εἴγε μὴ εἰς προῦπτον κακὸν ἐμπεσεῖσθαι βουλομένοις εἴη, ἐπὶ τὸν Ἀβύδου ξυνεβουλεύετο πορθμὸν ἰέναι κἀκεῖθεν αὐτίκα περαιωσομένους. ἀλλ' Ἀνδρόνικος μὲν τοσαῦτα εἰπὼν ἐπειδὴ μὴ πείθειν εἶχεν, ἄπρακτος ἐς Βυζάντιον ἀνεχώρει. οἱ δὲ εἰς βουλὴν συλλεγέντες περὶ τῶν ἐν χερσὶ πραγμάτων ἐσκέπτοντο. δόξαν δὲ τῆς ἐπὶ Βυζάντιον ἔχεσθαι, ἄραντες ἐκεῖθεν ὁδῷ προῄεσαν. οὐδέν τε ἧσσον αὖθις ἐκεῖνοι καὶ μετὰ τὴν πληγὴν ἦσαν οἱ πρὶν ἀλαζόνες. τά τε γὰρ βοσκήματα συνέκοπτον ἀφειδῶς καὶ Ῥωμαίων δὲ τῶν ἀνθισταμένων πολλοὺς ἔκτεινον· ἥ τε μάχη οὐκέτι λοιπὸν ἐκ τοῦ ἀφανοῦς συνίστατο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσε, δεῖν ἔγνω παρασκευάζεσθαι καὶ αὐτός. πόλιν μὲν οὖν τὴν Κωνσταντίνου αὐτίκα στρατόπεδα ἐφρούρει, τὰ μὲν πρὸ τῶν τειχέων αὐλιζόμενα τὰ δὲ καὶ πυλῶν ἔνδοθι διατριβὴν ἔχοντα. Βασίλειον δέ, ὃν καὶ Τζικανδύλην ἐπεκάλουν, πολλοῖς ἐς τὰ πρὸς ἀνίσχοντα 73 ἥλιον ἀγῶσι καὶ μάχαις κατὰ βαρβάρων ἐνευδοκιμηκότα τῶν τῇδε [Κωνσταντίνου], ἅμα τῷ Προσούχ, οὗπερ ἤδη ἐμνήσθην, Πέρσῃ μὲν τὸ γένος τροφῆς δὲ καὶ παιδείας μεταλαχόντι Ῥωμαϊκῆς, ἐπί τινα χῶρον ᾧ Λόγγοι ὄνομα ἅμα στρατεύμασιν ἐλλοχήσοντας ἔστελλεν, ἐπισκήψας αὐτοῖς, ἐπειδὰν χειρῶν ἀδίκων καὶ πάλιν κατάρχειν πειρῶνται Ἀλαμανοί, ἀντεπεξιέναι σφίσι κατὰ τὸ ἐγχωροῦν. οἳ καὶ ἐπειδὴ πρὸς τῷ χώρῳ ἐγένοντο, τήν τε Ἀλαμανῶν κατενόουν πληθὺν καὶ ὅπως ποτὲ τάξεως ἢ ἀταξίας τὰ στρατόπεδα τούτοις ἔχοι ἐπιμελέστατα διεσκοποῦντο. τά τε γοῦν σώματα αὐτοῖς μεγάλα τε ὑπερφυῶς καὶ τεθωρακισμένα ἐς τὸ ἀκριβὲς κατενόουν, καὶ τὴν ἵππον δὲ ἥκιστα δρομικὴν οὖσαν, ἔτι τε ἀταξίᾳ πολλῇ ἐς τὴν ὁδὸν κεχρημένους ἰδόντες, εὐχείρωτόν τε Ῥωμαίοις τὴν στρατιὰν αὐτοῖς ἔσεσθαι ὑπειλήφασι σὺν ἐπιστήμῃ συμπλεκομένοις, καὶ ἐπὶ βασιλέα πέμψαντες ταῦτά τε