1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

109

ἀμφὶ ∆ορυλαίῳ ἔτι πονούμενος, ἐπειδὴ ταῦτα ἐπύθετο, Θωμᾶν τὸν ἐκτομίαν παρὰ Κλιτζιεσθλὰν πέμψας Ἀμάσειαν ἐνέκειτο ἀπαιτῶν ὅρκων τέ οἱ παρόρασιν ἐπεκάλει καὶ εἴ γε μὴ τοῦ ἐς Ῥωμαίους τοιάδε ὑβρίζειν ἀπόσχοιτο, οὐκ εἰς μακρὰν τάχα τῆς δίκης ἐκδίκου πειράσασθαι ἠπείλει. ὅστις μέντοι Θωμᾶς οὗτος ἦν αὐτίκα δηλώσω. Λέσβου μὲν ὥρμητο νήσου, οἰκίας δὲ ἀφα 297 νοῦς γεγονώς, ἐπειδὴ μηδὲν ὅ τι τῶν λόγου ἀξίων ἐπιτήδευμα αὐτῷ ἦν, ἐς Βυζάντιον ἰόντι ἔργον ἐπιμελὲς ἐγεγόνει φλέβας ἀνθρώπων τέμνοντι ἐντεῦθεν ἑαυτῷ τὸ ζῆν περιποιεῖσθαι. ἀλλ' ἔοικε τῶν ἁπάντων εἶναι μηδὲν ὃ βουλομένῃ τῇ τύχῃ ὑπηρετεῖν ἥκιστα δύναιτο. Θωμᾶς γὰρ καίτοι ἐς τοὔσχατον βαναυσίας ἥκων, ἐκ τούτου δὴ τοῦ τεχνίου μέγας ἐν βασιλείοις εἴπερ τις ἀνθρώπων ἐγένετο, χρήματά τε μεγάλα ἐν βραχεῖ περιβεβλημένος χρόνοις τισὶν ὕστερον ἐς Παλαιστίνην ξὺν αὐτοῖς ἀπιὼν ᾤχετο. μὴ κατὰ γνώμην δὲ αὐτῷ τῶν τῇδε ξυμπιπτόντων αὖθις ἐπὶ βασιλέα παραγίνεται, ἵλεώ τε αὐτοῦ τετυχηκὼς δύσνους εἰσαῦθις ἠλέγχετο, ἐς τὴν ἐν παλατίῳ τε φρουρὰν ἀχθείς, ἣν Ἐλεφαντίνην ἔθος καλεῖν ἐστιν, ἐνταῦθα τὸν βίον ξυνεμετρήσατο. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ ἐπὶ τὸν σουλτάν, ὥσπερ ἐλέγομεν, παραγεγονώς, ἐπεὶ μηδὲν ὧν ἕνεκα ἦλθεν ἐπιτελὲς ἐκεῖνος ποιεῖν ἤθελεν, ἄπρακτος ἐς βασιλέα παλινοστεῖ, ὅτε δὴ μικροῦ καὶ ἀπεκτονέναι τοῦτον ἐδέησαν Πέρσαι οἳ ἀνὰ τὴν ὁδὸν ἐνεδρεύοντες ἦσαν.

3. Βασιλεὺς δὲ ἡμερῶν οὔπω τετταράκοντα τὴν πόλιν ἀνεγείρας, ἐπειδὴ τάφρον τε αὐτῇ περιήλασε καὶ Ῥωμαίων ὡς πλείστους ἐνταῦθα ᾠκίσατο, φρουρὰν ἀποχρῶσαν τῇδε καταλιπὼν ὀπίσω ἐχώρει, τοῖς ἀμφὶ τῷ Ῥυνδακῷ αὐλισάμενος χωρίοις· ἐπ' ὀλίγον τε διαναπαύσας τὸ στράτευμα ἐκεῖθεν ἀπῆρε. κομιδῇ δὲ ὀλίγους αὐτῷ συνεπομένους ὁρῶν (τὰ γὰρ πλείω τῶν ταγμάτων ἀπῄεσαν οἴκοι, μηδὲν εἰς γνῶσιν ἧκον αὐτῷ, καίτοι ὥσπερ ἐλέγετο πολλὰ περὶ τοῦ μηδένα τέως τοῦ στρατοπέδου ἀποχωρεῖν παρεγ 298 γυησαμένῳ πρότερον), Μιχαὴλ μέν τινα βάρβαρον γένος (ἀμέλει καὶ Ἰσὰχ ὄνομα αὐτῷ πρότερον ἦν) τῶν ἐπὶ ἑστίας δὲ αὐτῷ διυπηρετουμένων τὰ πρῶτα, ἐφ' ᾇ τινας στρατιωτῶν τῶν ἐκ τῆς λειποταξίας ἐς τὸ σῶμα ζημιῶσαι ἔπεμψεν. ὁ δὲ ξὺν ὀλίγοις τὰς ἐπὶ Λάμπης διελθὼν πεδιάδας, φρούριόν τι περὶ πρώτας που τοῦ Μαιάνδρου ἱδρυμένον ἐκβολὰς (Σούβλαιον ὄνομα αὐτῷ) χρόνῳ πεπτωκὸς ἀνεγείρει. ἐντεῦθεν οὐκέτι δὴ τρόπον ὅνπερ εἰώθει πολεμίοις ξυμπλέκεσθαι βασιλεὺς ἤρξατο, ἀλλὰ πῦρ οἷον ἢ ὕδωρ ἀνυποστάτως ὤργα καὶ ἐφέρετο. βασιλεὺς μὲν οὖν ἐν τούτοις ἦν, Μιχαὴλ δὲ, οὗπερ ἤδη ἐμνήσθην, ὡσεὶ ἐκ πλείονος ἤδη κατὰ Ῥωμαίων ἐτύγχανε μεμηνώς, ἕρμαιον τὴν βασιλέως τότε δὴ πεποιημένος ὀργήν, τῶν παρατυγχανόντων αὐτῷ ἕκαστον, οὐδὲν πολυπραγμονήσας πρότερον, ὕπτιόν τε κατὰ γῆν ἔτεινε καὶ κατ' ὀφθαλμοῖν τὸν σίδηρον βάπτων αὐτὸν μὲν αὐτοῦ εἴα δείλαιον, οὐδὲ ὅτου ἕνεκα πάσχει συνιέντα, οὐδὲ στρατείας ἔστιν οὗ μεταλαχόντα, ἀλλὰ ἀγροῖκον ἢ ἐμπορίαις ξυμβάλλοντα ἢ τινὰ ἄλλων ἀνθρώπων. ὁ δὲ ἐπ' ἄλλους ἐχώρει καὶ σώμασιν ἀνθρώπων ἐλωβᾶτο πολλοῖς, ἕως τῶν πραττομένων αἰσθόμενος βασιλεὺς (ἤδη γὰρ τὰ ἀμφὶ τῷ φρουρίῳ διαθέμενος εὖ ἐπὶ Βυζάντιον ἀνεκομίζετο) τῆς ὁρμῆς αὐτὸν ἔπαυσε· παρ' ὀλίγον μέντοι ἐγένετο ταῖς τοιαῖσδε καὶ αὐτὸς ἐκδεδόσθαι ποιναῖς, ὥσπερ ἐλέγετο. ἀλλὰ βασιλεὺς μὲν μὴ ταὐτὰ καὶ πάλιν Ῥωμαίοις τολμηθῇ διανοηθεὶς 299 ἀφῆκε τούτῳ τὸ ἔγκλημα, ἡ δίκη δὲ οὐκ εἰς μακρὰν τοῦτον μετῄει ἐξ ἀνθρώπων πεποιημένη δυστυχήμασί τε τοὺς ἐξ ἐκείνου περιέβαλε. τότε δὲ καὶ Γαβρᾶν βασιλεὺς ἐπὶ δίκην καλέσας, ἐπειδήπερ ἐκράτει (ἐψήφιστο γὰρ οἷα δὴ ποιναῖς ταῖς κατὰ γνώμην αὐτῷ χρήσαιτο) σιδήροις τὼ πόδε περισφίγξας ἐπί τινα τῶν ἐν παλατίῳ φρουρῶν ἄχρι τινὸς ἔθετο, μετὰ δὲ ἀνεκαλέσατό τε καὶ τῆς προτέρας αὖθις ἐτίμα. Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τὴν βασιλέως ὁρμὴν ἔγνω (τὰ γὰρ ἀμφὶ ∆ορυλαίῳ ξυμπεπτωκότα μεγάλα τῆς αὐτοῦ καθίκετο ψυχῆς) τῶν τινα σφόδρα παρ' αὐτοῦ δεδυνημένων Γαβρᾶν ἐπίκλησιν ἐς Βυζάντιον ἐκπέμψας ἐδεῖτο βασιλέως φρού-ρια τῶν αὐτοῦ ἀντιλαβόντα ἅπερ ἂν αὐτῷ δόξῃ