1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

55

τὸ στρατόπεδον ἦλθον. οἱ δὲ Γιλιέλμου στρατάρχαι τούτων ἀκούσαντες, εἰς βουλὴν συλλεγέντες εἰ χρὴ Ῥωμαίοις πολεμεῖν ἐσκέπτοντο. δόξαν οὖν οὕτω, τὰς δυνάμεις ἀναλαβόντες ὡς ἐπὶ τὸ Ῥωμαίων ἐχώρουν στρατόπεδον, ὃ πυθόμενοι καὶ Ῥωμαῖοι ὡς πρὸς ἀντίταξιν ἡτοιμάζοντο. ἐννέα μὲν οὖν Ἰταλοῖς ἐφειστήκεισαν ἡγεμόνες· ἐπί γε μὴν ἅπασιν ὁ καντζιλέριος ἐστρατήγει· τὸ στράτευμα δὲ αὐτοῖς ἐς τὸ ἀκριβὲς ἐξώπλιστο πᾶν, ἵππους τε γαύρους ἀναβεβηκὸς καὶ δόρατα κραδαῖνον μακρά· ἐφ' οἷς ἔκπληξις τὸν Ῥωμαίων εἶχε στρατὸν καὶ θάμβος, εἰ πρὸς οὕτως εὔοπλον καὶ οὕτως ἀνάριθμον ὀλίγῃ μαχοῦνται στρατιᾷ. ταξάμενοι δ' ὅμως ἵσταντο κατὰ λόχους καὶ αὐτοί, πολλὰ τοῦ στρατηγοῦ πρὸς εὐψυχίαν ὁρμῶντα σφίσιν ὑποτεινομέ 150 νου. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἦρχον. ἐπεὶ δὲ αἵ τε σάλπιγγες ἤδη ἑκατέρωθεν ἤχουν καὶ τὸ σύνθημα ἐδίδοτο, ἐμάχοντο συμπεσόντες ἀπὸ χειρὸς ἕκαστος. οὐκ ἂν εἶπες ἥλιον οὐδ' ἂν ἡμέραν ὁρᾶν· ἀχλὺς γὰρ πάντας ἐπεῖχε καὶ κόνις εἰς οὐρανὸν ἵστατο, πάταγός τε ἠκούετο καὶ ἄγριος ἠγείρετο θροῦς. μέχρι μὲν οὖν γε ἀμφὶ μέσην ἡμέραν ἰσοπαλὴς ἡ μάχη ἐγίνετο. τὸ δ' ἐντεῦθεν τῷ πλήθει βιασάμενοι Ἰταλοὶ τοὺς περὶ τὸν ∆ούκαν ἐπίεζον. ὁ δὲ ταχὺ τὸ πρᾶγμα κατανοήσας παρὰ μέσην εἰσελαύνει τῶν πολεμίων τὴν φάλαγγα· ἄλλους τε ἄλλοτε παίων ἀεὶ ἕπεσθαι αὐτῷ σὺν βοῇ παρώρμα τὸ Ῥωμαϊκόν. αὖθις οὖν συνέπιπτον ἀλλήλοις τὰ στρατεύματα, καὶ ἡ μάχη ἐμαίνετο, ἕως τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο. καὶ αὐτῶν ἐν τῷ φεύγειν ἱππεῖς μὲν ἐς τριακοσίους ἔπεσον, πεζῶν δὲ ἀμύθητόν τι πλῆθος, οἱ λοιποὶ δὲ ᾤχοντο φεύγοντες. ταῦτα κατωρθωκότες Ῥωμαῖοι ἐπὶ τὸ φρούριον ἀνέστρεφον. οὐκ εἰς μακρὰν τοίνυν ἐξελόντες αὐτὸ τοῖς τε ἐπιτηδείοις ἀφθόνοις περιτετυχήκεσαν ἐν αὐτῷ καὶ τῶν ἄλλων πλησθέντες ἀγαθῶν ἐπὶ Βᾶριν ἦλθον.

7. Μετ' οὐ πολὺ δὲ καὶ Μοντοπολοῦς πόλεως ὀνομαστῆς γεγόνασιν ἐγκρατεῖς, Γραβίναν τε εἷλον ἧς Ἀλέξανδρος ἡγεμόνευε πρότερον, ἄλλων τε πόλεων καὶ φυλακτηρίων· πρὸς δὲ καὶ κωμοπόλεις ὑπὲρ πεντήκοντα ἔσχον· καὶ ἐπὶ μέγα ἑκάστοτε τὰ βασιλέως ἐφέρετο πράγματα· ὑπέρρει δὲ Γιλιέλμῳ τὰ τῆς δυνάμεως ἀεὶ καὶ 151 εἰς στενὸν κομιδῇ ἐχώρει. ἡ φήμη τοίνυν εἰς πᾶσαν ἐκδραμοῦσα τὴν Ἰταλίαν τὸ Ῥωμαίων ἁπανταχῆ διεκήρυττεν ἄμαχον. καὶ εἶ-δον τότε Ἰταλοὶ Ῥωμαίους, ὧν ἀπείρου ἤδη τοῦ χρόνου πολεμούν-των σφίσιν οὐκ ἐπειράθησαν, πάντα καθάπαξ τὰ αὐτῶν ἄγοντάς τε καὶ φέροντας. μέχρι μὲν οὖν καὶ ἐνταῦθα κατὰ ῥοῦν ἐφέρετο Ῥωμαίοις τὰ πράγματα, τὸ δ' ἐντεῦθεν ὑποβασκαίνειν ἡ τύχη τοῖς εὐκληρήμασιν ἤρξατο. νόσος γὰρ τῷ Παλαιολόγῳ ἐνσκήψασα λάβροις τὸν ἄνθρωπον πυρετοῖς ἐκαμίνευεν, οὐ πρότερόν τε ἔληξεν ἰκμάδα ἐπινεμομένη τούτῳ τὴν φυσικὴν πρὶν ἂν τὸ μὲν πρῶτον ἀποθρίξασθαι ἠνάγκασεν, ὀλίγῳ δὲ ὕστερον καὶ ἐξ ἀνθρώπων αὐτὸν ἐποιήσατο. ἄρτι μὲν γὰρ τὰ τρίχινα ἠμφίεστο, καὶ ῥᾴων εἶναι δόξας τὸν ∆ούκαν ἐπὶ τὰς ἄλλας ἰέναι προὐτρέπετο πόλεις, ἃς δὴ ἀχειρώτους ἔτι Ῥωμαίοις συνέβαινεν εἶναι. καὶ τρίτῃ μετ' ἐκείνην ἡμέρᾳ αὖθις ἐν κακοῖς ἦν, ὃ πυθόμενος ὁ ∆ούκας ἐπὶ τὴν Βᾶριν ἀνεχώρει. τεθνηκότι δὲ ἤδη τούτῳ περιτετυχηκὼς τὸ μὲν σῶμα σορῷ παραδέδωκε, πάντα τελέσας ὅσα νόμοις Χριστιανοῖς ἐπὶ τῇ ὁσίᾳ ποιεῖν δίδωσι. τὰ δὲ ἐπὶ Βάρεως εὖ διαθέμενος μόνος τὸ λοιπὸν τὸ τῶν πραγμάτων ἀναδέχεται κράτος.

8. Ὁ μὲν δὴ Παλαιολόγος οὕτω δὴ τὸν βίον μετήλλαξεν, ἀνὴρ ἀγχίνους τε καὶ ἄλλως ὢν καὶ πολεμίοις ὁμιλῆσαι πράγμασι δεινότατος ὢν μάλιστα. ὁ δὲ ∆ούκας τὸ στράτευμα ἀναλαβὼν εὐθὺ Βρεντεσίου ἐχώρει. ὅτε δὴ καὶ Βασαβίλαν ἑαυτῷ συστή 152 σασθαι διὰ σπουδῆς ἔθετο ἀποταξάμενον ἤδη ἀπ' αἰτίας τοιᾶσδε. οὗτος εἴτε κέρδους οἶμαι προφάσεις ἑαυτῷ ποριζόμενος εἴτε καὶ σπάνει χρημάτων ἀληθῶς ἐχόμενος, χρυσίου χιλιάδας δέκα τὸν Παλαιολόγον ἔτι περιόντα δεδανεικέναι οἱ ἠξίου. ὁ δὲ τέτταρας μὲν αὐτίκα παρέχειν αὐτῷ κατετίθετο, δωρεὰν ἐκ βασιλέως