1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

33

Λογγιβαρδίαν ἐμβάλλει· μέρος τε οὐκ ἐλάχιστον Ῥογέριον ἀφελόμενος ἐγγὺς ἤδη ἐγένετο τοῦ καὶ συμπάσης αὐτὸν ἀπελάσαι τῆς χώρας, εἰ μὴ Ῥογέριος καὶ πάλιν δολώσεις κατὰ τὸ ἔθος ἐννοήσας ἀμαχητὶ τὸν Λουτήρην ἐκεῖθεν ἀπήλασεν. ὅπως δέ, ὁ λόγος ἑξῆς παραστήσει. ἦν τις τῷ Λουτήρῃ γαμβρός, ὃς τὰ μέγιστά τε παρ' αὐτῷ ἐδεδύνητο καὶ τῷ Ἀλαμανῶν ἔθνει λόγου μετὰ Λουτήρην ἠξίωτο. τοῦτον ὁ Ῥογέριος ὑπελθὼν χρήμασί τε ὑποκλέψας ἀνέπεισε, τοῦ Λουτήρη μηδὲν ξυνειδότος, σύνθημα τῆς πολέμου τοῦδε καταλύσεως τῷ Ἀλαμανῶν δεδωκέναι στρατῷ. ἔστι δὲ τοῦτο οὐ σάλπιγγος ἠχὴ ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ βάρβαρός τις καὶ ἀξύνετος τρόπος. μέλος γάρ τι κατ' ἔθος ἐπὶ τοῦ στρατοπέδου ἐκλαληθὲν οὐκέτι μένειν ἐφίησι τὸ στρατιωτικόν, ἀλλ' ἅμα τε ἀκούει καὶ ἅμα σκεδάννυται ἕκαστος πρὸς ἀποπορείαν συσκευαζόμενος. τοῦτο δὴ τὸ μέλος καὶ τότε ὁ Λουτήρη γαμβρὸς τῷ Ἀλαμανῶν ἔθνει ἐπιθρυλληθῆναι ἀθρόον ἐσκαιωρηκὼς αὐτίκα ἐνθένδεν ἀναχωρεῖν ἐποίησε τὸν στρατόν. πρὸς ὅπερ ἀγανακτήσας ὁ Λουτήρης ἐπεβάλλετο μὲν τὴν ὀχλικὴν ὁρμὴν ἐπισχεῖν ἐς πεντακοσίους ἀνασκολοπίσας ἀνδρῶν, οὐ μὴν καὶ ἐδυνήθη. Ἀλαμανοὶ γὰρ οὐδὲν ἧττον ἐξέρρεον, καὶ ποινῶν καὶ κολάσεων καθάπαξ 91 ἀφροντιστοῦντες. ὅθεν ἀθυμίᾳ συσχεθεὶς ὁ Λουτήρης πυρετοῖς τε λάβροις διὰ τοῦτο ἁλούς, ὀλίγῳ ὕστερον ἐξ ἀνθρώπων ἠφάνιστο. Κορράδος δέ, καθάπερ εἴρηται, τὴν ἀρχὴν διαδέχεται.

2. Ταῦτα μὲν τῇδε ἐγένετο. Ῥογέριος δὲ Λογγιβαρδίας καὶ πάλιν ἀπρὶξ εἴχετο. ὅπερ οὐ φέρων ὁ Ῥώμης ἀρχιερεὺς ὁμαιχμίαν ἐξ Ἀλαμανῶν ἑαυτῷ συστησάμενος, θυμῷ πολλῷ κατὰ Ῥογερίου ἐφέρετο. ἀλλ' ὁ Ῥογέριος ἄφνω ἐνεστρατοπεδευ-μένῳ τούτῳ ἐπιφανεὶς τούς τε ἀμφ' αὐτὸν ἐτρέψατο καὶ αὐτὸν ζωγρείαν εἷλεν. ἐπειδή τε ἤδη ἐν χερσὶν εἶχε, σκηνήν τινα τῶν ἀπὸ λίνου πεποιημένων διαπετάσας καθίζει ἐπὶ ταύτης τὸν ἀρχιερέα, ἐς ἔδαφός τε καταβαλὼν ἑαυτὸν πρηνὴς χερσί τε καὶ ποσὶν ἐρειδόμενος προσῄει, τὸ μὲν τὴν ἁμαρτάδα δῆθεν ἐξιλασκόμενος τὸ δὲ καὶ ῥὴξ προβεβλῆσθαι ἀξιῶν. ὁ δὲ δέχεταί τε προσιόντα (καὶ τί γὰρ ἂν ἔδρασε;) καὶ ῥῆγα λοιπὸν ὀνομάζει. ἐξ ἐκείνου τε ῥὴξ Λογγιβαρδίας ἡγεμονεύων κεκλῆσθαι εἴωθε. Ῥογέριος δὲ ἐπειδὴ τοῦ κατὰ σκοπὸν ἔτυχε, πρέσβεις ἐς βασιλέα Ἰωάννην ἔτι περιόντα πέμψας ᾐτεῖτο κήδους τοῦ ἐκ βασιλείων αἱμάτων ἐπὶ παιδὶ τεύξεσθαι τῷ αὐτοῦ. ἀλλ' οὔπω τέλος ἔσχε τὰ τῆς πρεσβείας, καὶ Ἰωάννης τὸν βίον κατέλυε. μετὰ δέ τινα χρόνον Μανουὴλ ἤδη τὴν αὐτοκρατορίαν διέποντος ταὐτὰ καὶ πάλιν πέμψας ἠξίου. ὅθεν καὶ Βασίλειός τις ἐπώνυμον Ξηρὸς εἰς Σικελίαν ἀφῖκτο Ῥογερίῳ περὶ τούτου διαλεξόμενος. ἀλλ' 92 ἐκεῖνος χρυσίῳ κλαπεὶς παρ' αὐτοῦ ἀλλόκοτά τινα ὡμολόγει, ὧν δὴ κεφάλαιον ἦν τὸ ἐν ἴσῳ μεγαλείου βασιλέα τε τοῦ λοιποῦ καὶ Ῥογέριον ἔσεσθαι. ὅθεν δὴ τὰς μεγάλας ἀναρραγῆναι ξυμβέβηκε μάχας. ἐπειδὴ γὰρ ὁ μὲν Ξηρὸς ἐς Βυζάντιον ἐπανιὼν τὸν βίον κατέστρεψε, δίκην οὔπω τῶν τετολμημένων δούς, βασιλεὺς ὅσα καὶ ἀθύρμασι ταῖς ἐκείνου πρεσβείαις προσεσχηκὼς Ῥογέριον αὐτὸν χαίρειν εἴα· θυμομαχήσας δὲ ἐκεῖνος ἐξαπάτην τέ τινα τὸ πρᾶγμα εἶναι οἰηθείς, στόλον ναυπηγησάμενος ἐν παρασκευῇ εἶχε, καιροφυλακῶν τρόπῳ ὅτῳ δὴ Ῥωμαίους ἀμύνεσθαι. καὶ ἔτυχέ γε τοῦ κατὰ σκοπὸν ὁ βάρβαρος. ἐν ἀκμῇ γὰρ τῆς τῶν δυσμικῶν ἐθνῶν ἐς τὰ Ῥωμαίων ἐμβολῆς Κόρινθόν τε καὶ Εὔβοιαν καὶ Θήβας ἐληΐσατο τὰς Βοιωτικάς. ἅτε γὰρ τοῦ Ῥωμαίων στρατοῦ ἐπὶ τοῖς ἀνὰ χεῖρας κατ' ἐκεῖνον ἠσχολημένου τὸν χρόνον, κατὰ πᾶσαν ἄδειαν ταῖς εἰρημέναις οἱ βάρβαροι ἐγκαθίσαντες πόλεσι λαφύρων τὰς ναῦς ἐπλήσαντο. ἐκεῖθέν τε ἐπὶ Κέρκυραν διαβάντες, κατὰ κράτος αὐτὴν εἷλον καὶ ὡς ἤδη οἰκείας μετεποιοῦντο παντὶ κρατυνάμενοι τρόπῳ. ὃ μαθὼν βασιλεὺς ἐν ἀθυμίᾳ πολλῇ ἦν. ἀμέλει καὶ ἐσκέπτετο πῶς ἂν τὸν Ῥογέριον ἀμύνηται καὶ δίκην τῶν τετολμημένων ἐπιθήσει τὴν δέουσαν. στόλον οὖν νεῶν τριήρεων μὲν πεντακοσίων, ἱππαγωγῶν δὲ