1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

77

ἔφριττε τὸ σῶμα καὶ ἐκλονεῖτο ἐξαίσια, πυρετοί τε αὐτὴν μετεδέχοντο, καὶ ὑπωπιασμὸς ἤδη καὶ τηκεδὼν ἐπηκολούθει. καὶ τὸ τῆς ὄψεως ἄνθος χάριέν τι μαρμαῖρον τὰ πρότερα ἠλλοιοῦτο κατὰ βραχὺ καὶ ἐστυγνοῦτο. ἰδὼν ἄν τις δακρύων ἐπλήσθη τηλικούτου λειμῶνος ἔξωρα φθίνοντος. οὕτω μὲν ἡ κόρη κακῶς εἶχεν ἐπ' οἴκου διατρίβουσα· εἰ δέ ποτε καὶ τὴν ναῦν ἀναβαίη καὶ ὀλίγῳ Τριπόλεως ἀναθείη, ἐνταῦθα διπλοῦς ἐπωρύετο κλύδων. καὶ τὸ μὲν σκάφος εἶχεν ἡ Τρίπολις αὖθις, τὰς δὲ νόσους ἐκείνη οὐ πολλῷ ταύτης ἀπολειφθείσας ἐδέχετο μείζους. τοῦτο πολλάκις ἐπιγεγονὸς εἰς ἀπεράντους τὸν Κοντοστέφανον ἦγεν ἐννοίας. τοίνυν καὶ ἀσχάλλων ὡς τὸ εἰκὸς ἄλλοτε ἄλλους ἀναπολῶν λογισμοὺς τέλος ἐπί τινα τῶν ἐνταῦθα νεῶν παρελθὼν ἐπυνθάνετο εἰ βασιλεῖ τὴν παῖδα κατεγγυηθῆναι χρεών. ἀνεῖλε δέ οἱ τὸ ἱερὸν πυθεῖον "ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν 210 ἄξιοι εἰσελθεῖν." τούτων ἐκεῖνος ἀκούσας συνείς τε τοῦ χρησμοῦ, ἐπειδὴ καὶ φήμη τις ἤδη περιέθραυσε τούτους ὡς εἴη γάμων οὐκ ἐκ νομίμων ἡ κόρη φυεῖσα, πρᾶγμα εἰς αἰσχύνην διαρκὲς μάλιστα, ἀπέσχετο ἤδη τῆς ἐγχειρήσεως ἄρας τε ἐγγύθεν ἐπὶ Βυζάντιον ἦλθεν. ἦσαν δὲ Ῥαϊμούνδῳ τῷ Ἀντιοχείας πρίγκιπι θυγατέ-ρες κάλλει κατ' ἐκεῖνον διενεγκοῦσαι τὸν χρόνον. ταύτας ὀψόμενον Βασίλειόν τινα ἐπίκλησιν Καματηρὸν ἀκόλουθον ὄντα τῷ τηνικάδε βασιλεὺς ἔπεμψεν. ὁ δὲ ἐπειδὴ τάχιστα πρὸς Ἀντιοχείᾳ ἐγένετο, καλὰς μὲν εἶδε καὶ ἄμφω, καλλίων δέ οἱ ἡ Μαρία εἶναι κατεφάνη. καὶ ἔτυχέ γε τῆς ἀκριβείας ἡ τοῦ πρεσβευτοῦ ἐκείνου βάσανος. τηλίκον γὰρ κάλλος οὔπω, Βυζάντιοι ἔλεγον, ὁ καθ' ἡμᾶς ἐγνώρισεν αἰών. ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δὲ ἐπειδήπερ ἐπὶ τὴν Μαρίαν ὁ γνώμων εἶδε, πυθόμενος βασιλεὺς ἄνδρας τῶν ἐπὶ δόξης ἐπ' Ἀντιοχείας ἔπεμψε τὴν κόρην αὐτῷ κατεγγυήσοντας, Ἀλέξιον δὴ τὸν βασιλέως Ἀλεξίου θυγατριδοῦν, ὃς καὶ μέγας τῷ τότε δοὺξ ἐτύγχανεν ὤν, καὶ Νικηφόρον τὸν ἐκ Βρυεννίων, γαμβρὸν μὲν ἐπ' ἀδελφιδῇ βασιλεῖ γεγονότα, σεβαστὸν δὲ ἤδη γεγενημένον. ἐν οἷς καὶ Ἀνδρόνικος ἦν ὁ Καματηρὸς ὃς τὴν ἔπαρχον τότε διεῖπεν ἀρχήν, ἀνὴρ σεβαστότητι μὲν ἀξιωθεὶς ξυγγενὴς δὲ βασιλεῖ καὶ αὐτὸς ὤν. οἱ δὲ καὶ εἶδον καὶ θαυμάσαντες ἐνέθεσάν τε τῇ τριήρει καὶ μεγαλοπρεπῶς ἐς Βυζάντιον ἐκόμισαν. πέμπτην τοίνυν καὶ εἰκοστὴν μηνὸς ἄγοντος Ἀπελλαίου, ὃν ∆εκέμ 211 βριον ῥωμαΐζοντες ὀνομάζουσιν ἄνθρωποι, εἰς τὸν περιώνυμον τῆς τοῦ θεοῦ Σοφίας οἶκον λαμπρῶς καταχθείς, ἐνταῦθα ταύτην ἁρμόζεται, Λουκᾶ τοῦ τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν τηνικαῦτα λαχόντος, Σωφρονίου Ἀλεξανδρείας καὶ τοῦ Θεουπόλεως Ἀθανασίου, ᾗ Χριστιανοῖς ἔθος ἐστὶ τὰς χεῖρας αὐτοῖς ἐπιθέντων, Αὐγούσταν τε αὐτὴν ἀνειπὼν ἐς τὰ βασίλεια παλινδρομεῖ· μεγαλοπρεπέσι τε δείπνοις τοὺς ἐν τέλει εἱστία καὶ δημοθοινίας ἁπανταχῆ τῶν τῆς πόλεως ἐκάθιζε στενωπῶν· τῇ ἑξῆς δὲ συνδειπνήσοντας αὐτῷ τοὺς πατριάρχας ἦγεν, ἀφθόνῳ τε χρυσίῳ δεξιωσάμενος ἕκαστον ἀπέλυε. πρὸ πάντων γε μὴν χρυσίου κεντεναρίῳ τὴν ἐκκλησίαν ἐδωρήσατο. ὀλίγῳ δὲ ὕστερον καὶ ἁμίλλαις ἵππων διῆγε τὸν δῆμον καὶ τῶν εἰς εὐφροσύνην ἀγόντων οὐδενὸς καταμελεῖν ἤθελεν.

5. Ἐν Βυζαντίῳ μὲν ταῦτα ἐπράσσετο. Στέφανος δὲ τοῦ Βλαδισθλάβου τετελευτηκότος τῆς ἀρχῆς ἤδη ἐγκρατὴς γεγονὼς βαρὺς ἐδόκει τοῖς ἀρχομένοις καὶ λίαν ἐπαχθὴς ἦν. ὅθεν καὶ ἐλοιδοροῦντο αὐτῷ Οὖννοι τὰ πολλὰ καὶ ἔνδηλοι ἦσαν ὡς αὐτίκα τῆς ἡγεμονίας αὐτὸν κατασπάσοντες. ἐφ' οἷς ὁ Στέφανος ἐκταραχθεὶς βασιλέως καὶ πάλιν ἐδεῖτο. ἄρας τοίνυν ἰσημερούσης ἤδη τῆς ὥρας ἐπὶ τὴν πόλιν ἐφέρετο Φιλίππου, καὶ αὐτὸς μὲν ἐνταῦθα σὺν τῷ πλείονι τοῦ Ῥωμαίων ἔμεινε στρατοῦ, μοῖραν δέ τινα τοῦ στρατεύματος τῷ ἀδελφιδῷ πιστεύσας Ἀλεξίῳ τῷ Κοντοστεφάνου παιδὶ ἐπὶ Οὐννικὴν ἔπεμψεν. ἐν τούτῳ δὲ Στέφανος 212 Οὔννοις ἤδη διαλλαγῆναι νομίσας οὐκέτι τούτου ἔχρῃζεν, ὅθεν καὶ οἴκοι λοιπὸν ὁ Ῥωμαίων ἀνεζεύγνυ στρατός. ἀλλὰ μεταξὺ Οὖννοι αὖθις Στεφάνῳ ἐπισυστάντες ἄλλα τε