1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

19

νεότητος· ἄμαχον γάρ τι χρῆμα νεότης ἐστίν, ἰσχύϊ δὲ καὶ ῥώμῃ συνεργούμενον δυσμαχώτερον γίνεται. ἀλλὰ ταῦτα μὲν ὥς πη φίλον ἑκάστῳ φρονείσθω τε καὶ λεγέσθω. βασιλεὺς δὲ πολλὰ πρὸς τῶν ἀμφ' αὐτὸν ὥσπερ εἴρηται κακιζόμενος "οὐ χρεία τοιούτων ἡμῖν ἐν τῷ παρόντι" ἔφη "βουλητέον δ' ὡς ἔνι μάλιστα μὴ καὶ πλείους Ῥωμαίων ἀπολέσθαι συμβαίη ἐς ταυτηνὶ τὴν ἡμέραν· πολλοὶ γὰρ κατόπιν ἡμῶν ἀπολελειμμένοι χωροῦσιν." ἐδόκει τοίνυν λόχον αὐτοῦ που καὶ παρὰ τῇ ἔγγιστα καθίσαντας φάραγγι, ὡς τοῖς κατόπιν ἰοῦσιν ἐπιβοηθεῖν ἔχοιεν, τοὺς ἄλλους ἠρέμα ἐπὶ τὸ στρατόπεδον ἰέναι. οὕτω δὴ ταῦτα εἶχε. καὶ βασιλεὺς μὲν σὺν ὀλίγοις τῶν περὶ αὐτὸν πρόσω ἐχώρει· Νικόλαος δέ, οὗπερ ἤδη ἐμνήσθην, ἐνεδρεύσων ὀπίσω ἐλείφθη φάλαγξιν ἅμα δυσίν, ἃς καὶ τὴν πρώτην ὁπηνίκα Περσῶν κατεφέρετο ὑπ' αὐτῷ βασιλεὺς ἔταξεν. ἀλλ' οὔπω ἐπὶ πλεῖστον βασιλεὺς προῆλθε, κἀπειδὴ περί τινα φάραγγα ἐγένετο Πέρσας ἐπιόντας ἰδὼν κατὰ τάδε ἐποίει. ὁ μὲν ἐπὶ θάτερα τῆς φάραγγος ὀλίγοις ἅμα τῶν ἀμφ' αὐτὸν ἔστη, τοὺς δ' ἄλλους ἐκέλευεν ὑπερβάντας εὐθὺ τῶν πολεμίων ἰέναι. ἅμα τε οὖν ἐκεῖνοι ὁμόσε τοῖς βαρβάροις ἐχώρουν καὶ οἱ ἐπὶ τῶν ἐνεδρῶν αἰσθόμενοι ἐβοήθουν δρόμῳ. Νικόλαός τε οὗπερ ἤδη ἐμνήσθην Πέρσην ἄνδρα τῷ δόρατι ἔβαλε μέν, οὐ μὴν καὶ ἀποσφαιρίσαι τῆς ἕδρας ἠδυνήθη, ἅτε μηδὲ σφοδρᾶς διὰ τὸ τοῦ χώρου ἄναν 53 τες γενομένης τῆς ἀντερείσεως. ἵν' οὖν μὴ καὶ ἐπὶ πλέον ἀπώσαιτο αὐτοὺς μηχανώμενος, ἐκέλευεν ἤδη καὶ τοῖς σὺν αὐτῷ ὅλῳ δῆθεν ῥυτῆρι ἄχρι καὶ ἐπὶ τὴν φάραγγα ἰέναι, μὴ μέντοι καὶ ὑπερβαίνειν. ὃ Πέρσαι κατανοήσαντες ἀνεχώρουν ἠρέμα. ἐν τούτῳ δὲ καὶ οἱ ἀμφὶ τὸν Κοτέρτζην τοξόται, οὓς τοῖς κατόπιν καθάπερ εἴρηται ἀπολειφθεῖσι Ῥωμαίων ἐπιβοηθεῖν βασιλεὺς ἔπεμψε, ξυνέμιξαν ἤδη τῷ βασιλεῖ, καὶ λοιπὸν αὖθις ἀντεπεξῄει τοῖς πολεμίοις. ἀλλ' ἐκεῖνοι αἰφνίδιον τὰς ἡνίας στρέψαντες φεύγειν ἤρξαντο. ὅπερ ὁ βασιλεὺς κατιδὼν "θαρσεῖτε" τοῖς σὺν αὐτῷ ἔφη "δύναμις γὰρ ἐς ἡμᾶς ἔρχεται στρατοπέδου." τῶν δὲ μὴ προσιεμένων τὸν λόγον τινὲς ἔφησαν "Πέρσαι, δέους αὐτοὺς ἐπείγοντος οὐδενὸς (οὐδὲ γὰρ ἀξιόμαχοι αὐτοῖς τέως τυγχάνομεν ὄντες) αἰφνίδιον οὕτω νῶτα στρέψαντες οἴχονται ἤδη πάντως, ὅτι ἔξεστι σφίσιν ἅτε ἀφ' ὑψηλοῦ σκοπουμένοις τὰ ἡμῖν τέως ὁρᾶν ἀφανῆ." καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς εὐστοχώτατα τὸ πρᾶγμα τεκμηριωσάμενος. Ῥωμαῖοι γὰρ οἳ ἐπὶ τοῦ στρατοπέδου ἦσαν, ἐν στενῷ κομιδῇ τὸν βασιλέα περισχεθῆναι μεμαθηκότες σπουδῇ βεβοηθηκέναι ἠπείγοντο. ὅτε δὴ λέγεται ὡς ὁ πρὸς πατρὸς τῷ βασιλεῖ θεῖος ὁ σεβαστοκράτωρ Ἰσαάκιος τῷ στρατοπέδῳ τηνικάδε παρών, ἐπειδὴ τὰ κατὰ τὸν αὐτοκράτορα ἐπύθετο καὶ ὡς ἐν ἐσχάτοις εἴη κινδύνοις, εἰς τὴν βασίλειον αὐλὴν παρελθών, εἴσω δὲ τοῦ δι' ἐπίπλων σχεδιαζομένου εὐκτηρίου γεγονὼς ἐκαραδόκει τὸ μέλλον, ἐπιθέσθαι τῇ βασιλείᾳ διανοούμενος. ἔρως γὰρ αὐτῆς ἐκ πολλοῦ καθάπερ εἴρηται τὸν ἄνδρα 54 τοῦτον εἰσιὼν συνήκμασέ τε αὐτῷ καὶ συνανετράφη μονονουχί, ἤδη δὲ καὶ εἰς τοὺς παῖδας τοὺς αὐτοῦ καθάπερ τις πατρῷος διέβη κλῆρος. ἀλλὰ τὰ μὲν περὶ τούτων ὁ λόγος ἑξῆς διηγήσεται προϊών. 8. Βασιλεὺς δὲ (ἐπάνειμι γὰρ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην) ἐπειδὴ αἱ παρὰ τῷ στρατοπέδῳ ὥσπερ ἔφην συνέμιξαν ἤδη τούτῳ δυνάμεις, τῷ πλήθει θαρσήσας καθιππεύσατό τε αὖθις τῶν πολεμίων καὶ γενναίων αὐτουργὸς γεγονὼς ἀριστείων συντεταγμένως λοιπὸν ἐπὶ τὸ στρατόπεδον ἧκεν. ὄρθρου δὲ ἀναστὰς ὁδοῦ εἴχετο. Πέρσαι τοίνυν (ἔγγιστα γάρ που καὶ οὗτοι ἐνστρατοπεδευσάμενοι ἔτυχον) περί τινα δυσχωρίαν αὖθις γενομένῳ τῷ Ῥωμαίων στρατῷ ἐκ τοῦ παρ' ἑκάτερα ἐπιθέμενοι ἰσχυρῶς ἔθλιβον, ὅτε δὴ καὶ πολλοὺς τῶν ἐκ πεζικῶν καταλόγων πεσεῖν ἐγένετο ἐξ αἰτίας τοιᾶσδε. ἦν τις ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ᾧ Κριτόπλης ἐπίκλησις ἔκειτο. οὗτος δὴ ὁ ἀνὴρ πεζικῶν μὲν τῷ τότε δυνάμεων ἦρχε· τὴν τάξιν τε παρεκκλίνας Πέρσαις ἐκ τοῦ σχεδὸν ἑπομένοις εἰς χεῖρας ἦλθε, τῷ πλήθει τε βιασθεὶς εἰς φυγὴν ἀπαρακάλυπτον ἔβλεψε, τούτῳ τε τῷ τρόπῳ πολλοὺς