1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

85

10. Ὁ δὲ τῶν Παιόνων ῥὴξ Σίρμιόν τε αὖθις Ῥωμαίοις ἀφελόμενος ἔσχε καὶ Ζευγμίνου αὐτοῦ ἤδη μετεποιεῖτο. ταῦτα πυθόμενος βασιλεὺς ἐπέστειλεν αὐτῷ τοιάδε. "οὐ δίκαια ποιεῖς, ὦ εὐγενέστατε, ὅρκους ἀτιμάζων, οὓς ἔναγχος κράτει τῷ ἡμετέρῳ Σιρμίου τε ἕνεκα καὶ τῶν ἄλλων ὀμωμοκὼς ἔφθης. ἴσθι τοίνυν (τὸ γὰρ μακρολογεῖν ὑποτέμνει τῶν σοι πεπραγμένων ἡ ἐπίδειξις) ὡς εἰ μὴ θᾶττον ὧν οὐδέν σοι προσήκει ἀπαλλαγῇς, οὐ τόσα δράσεις Σίρμιον ἀφελών, ὅσαπερ ἂν αὐτίκα πείσῃ, ὁπότε Ῥωμαῖοι πᾶσαν καὶ πάλιν τοῖς ὅπλοις ἐπιτρέχοιεν τὴν σήν. ἢ λέληθέ σε ὁπόσων Οὐννικὴ μυριάδων ἐψίλωτο πρότερον πρὸς πατρὸς τοῦ σοῦ τῇ Ῥωμαίων προσκεκρουκότος ἀρχῇ; ἀλλ' ἐκείνων μὲν ἡ τῶν πεπραγμένων μετάνοια σώτειρα γέγονε φθάσασα, σοὶ δὲ ὅρα μή ποτε οὐχὶ καὶ μεταμέλῳ γεγονότι ὄνησις ἔσται οὐδεμία. τὸ γὰρ τῆς δίκης ξίφος διὰ πολλῶν ἤδη τεθηγμένον διὰ τοσούτων δὴ καὶ πρὸς ἀμβλύτητα στρέφεσθαι πέφυκε. καὶ οὐκ ἄν τις οἶμαι πρότερον ἁπάντων τὴν τομὴν ἐκφεύξοιτο." τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἦσαν, Στέφανος δὲ ἐν ὀλιγωρίᾳ τοὺς λόγους ποιούμενος ἐπὶ τοῖς αὐτοῖς καὶ πάλιν ἦν. διὸ δὴ καὶ πᾶσι 232 τρόποις ἐπὶ τὸν κατ' αὐτοῦ πόλεμον ὁ βασιλεὺς ἔβλεψεν, Στέφανόν τε τὸν πατράδελφον, οὐ πρότερον τοῦτο βεβουλημένος, ἐπὶ τὴν ἀρχὴν αὖθις καθιστᾶν ἤθελε. καὶ δὴ Μανουὴλ μέν, ὃς ἐς Κομνηνοὺς τὸ γένος ἀνέφερεν, εἰς τὸ τῶν Ταυροσκυθῶν ἀφίκετο ἔθνος, ὁμολογιῶν τὸν ἄρχοντα σφῶν ἀναμνήσων, ἃς διωμότους ἤδη τῷ βασιλεῖ ἔθετο, πρὸς δὲ καὶ τὴν πρὸς Ἱερόσθλαβον τὸν Γαλίτζης ἡγεμονεύοντα φιλίαν αὐτῷ διονειδίσων. Ἱερόσθλαβος γὰρ τά τε ἄλλα ἐς Ῥωμαίους παρασπονδήσας ἔτυ-χε, καὶ δὴ καὶ Ἀνδρόνικον, οὗ πολὺν ἤδη ἐποιησάμεθα λόγον, τῆς ἐν παλατίῳ φρουρᾶς ἀποδράντα, ἔνθα ἐνναέτης οἶμαι καθεῖρκτο, προσιόντα αὐτῷ ἐδέξατο καὶ φιλοφροσύνης ἠξίωσεν. ὅπως δὲ Ἀνδρονίκῳ τὰ τοῦ δρασμοῦ γέγονεν, ἄρτι δηλώσω.

11. Οὗτος καὶ ἄλλοτε μὲν ἤδη λαθὼν δαιμονίῳ τινὶ τρόπῳ τὴν εἱρκτὴν ὑπερεξέδυ, ἀλλὰ τὸ χρῆναι οἶμαι καὶ εἰσέτι τὰς τῶν πεπραγμένων ὑπέχειν εὐθύνας εἰς χεῖρας αὖθις τοῖς ζητοῦσι πόνῳ οὐδενὶ τὸν κακοδαίμονα ἐτίθει. καί ποτέ φασι Σαγγαρέως ἄχρι ποταμοῦ γεγονώς, τῆς ἐκ τοῦ ψύχους ἀνάγκης ἐπειγούσης, δωμάτιόν τι ὑπῆλθε λυπρὸν καὶ ἅμα ἔκδηλος τοῖς τῇδε ἀνθρώποις ἐκ τοῦ σχήματος ἐγένετο. σεσόβητο γὰρ ἀεὶ φύσει καὶ γοργόν τι καὶ ἐντρεχὲς ἔβλεπεν, ὡς ἂν οἶμαι τῶν ψυχικῶν αὐτῷ κινημάτων ἐκδυομένων ἤδη καὐτοῖς ἐκτός. περιστάντες τοίνυν αὐτὸν οἱ ἀγροιῶται πολλὰ ἀναινόμενον ὡς οὐκ Ἀνδρόνικός 233 τε εἴη ἰσχυριζόμενον ἔδησάν τε καὶ ἐς Βυζάντιον ἄγοντες ἦλθον, αὖθίς τε τὰ κλοιὰ καὶ τὸ δωμάτιον αὐτὸν εἶχεν. ἀλλὰ τελευταῖον κηρῷ τὰς κλεῖδας μεταλαβὼν ἔς τε τὴν γυναῖκα καὶ τὸν υἱὸν ἔπεμψεν. οἱ δὲ συνειδόσι πρὸς τοῦτο καὶ ἄλλοις χρησάμενοι σιδήρου ταύτας εἰργασμένοι ἔπεμψαν αὖθις αὐτῷ. ὁ δὲ ἐπειδὴ ταύτας ἔλαβεν, ἄρτι δεδυκότος φασὶν ἡλίου, καθ' ὃν ξυνέκειτο ταῦτα καιρόν, ἐρημίαν τῶν φυλάκων τηρήσας ἐξῄει. ἔστι δέ τις αὔλιος ἐχόμενος τοῦ τειχίου, ἐν ᾧ δὴ καθεῖρκτο. ἔνθα ἅτε ὀλίγα πατουμένου τοῦ χώρου βοτάναι τινὲς αὐτόματοι φυόμεναι ἐπὶ πλεῖστον ἀνέτρεχον μῆκος. ἐνταῦθα ἐκδραμὼν ἅτε λαγὼς ἐκρύψατο τὸ σῶμα συστείλας ἐπὶ βραχύ. ἐπεὶ δὲ νὺξ ἤδη ἦν καὶ ἔδει τοὺς ἐξ ἔθους αὐτῷ νυκτοφυλακήσοντας περιστήσεσθαι τὴν φρουράν, προσιὼν ὁ τὴν τήρησιν πρὸς βασιλέως ἐπιτετραμμένος τὴν αὐτοῦ τάς τε φυλακὰς ἔταττε καὶ τὰ κλεῖθρα ἀνασείων, ὅπερ ἑκάστης αὐτῷ ἐπὶ ὕπνῳ χωροῦντι εἴθιστο ἡμέρας, ἐπειρᾶτο εἰ μή τι κακουργηθείη γνῶναι. ὡς δὲ παντάπασιν ἀνεπιβούλευτα ταῦτα ἔγνω, ἀπιὼν τὸ λοιπὸν ἐς ὕπνον κατέδαρθεν. Ἀνδρόνικος γὰρ δείσας μὴ ἀνακεκλιμένῃ τῇ πύλῃ περιτυχὼν ὁ Κλάδων (τοῦτο γὰρ ἐπίκλησις ἔκειτο τῷ ἀνδρὶ) ταχὺ ἐς τὴν ζήτησιν τὴν αὐτοῦ κατασταίη, αὖθις αὐτὴν ἐπιθεὶς ἀσφαλισάμενός τε ἀνεχώρησεν, ἐπειδή τε ἀωρὶ τῶν νυκτῶν ἤδη ἐγένετο ἐπὶ τὰ ἔσχατα τῆς αὐλίου ἐλθών, οὗ δὴ τελευτῶσαν αὐτὴν τειχίον ὑπερείδει, μετέωρον