1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

35

ἔπεσον, ἑάλωσαν δὲ καὶ εἰς ἑκατὸν μάλιστα, ἐν οἷς καὶ Λάζαρος ἦν, ἀνὴρ ἐπὶ πλεῖστον μὲν ἀνδρείας ἥκων, ἐπὶ τοῖς ἐν σφίσι φυλάρχοις ἀπόβλεπτος ὤν· τοὺς δ' ἄλλους ἵππων τε ἀρετὴ καὶ τὸ τῶν ὀρῶν διεσώσατο λάσιον, ἃ τῇδε πολλὰ παρατέταται. Ῥωμαῖοι δὲ τὰ ἐκ προνομῆς ἀνελόμενοι πάντα ὀπίσω λοιπὸν ἀνεχώρουν, ὅτε δὴ καὶ Σότας ἐκεῖνος, ὃν πλούτῳ τε καὶ γένει καθάπερ εἴρηται διενεγκόντα ἀνδραποδισθῆναι Σκύθαις ξυνέβη, ἀδείας λαβόμενος φυγὰς ἐπὶ τὸ στρατόπεδον ἦλθε. 96

4. Τοῦτο τὸ τρόπαιον ἐξ ὑπογυίου κατωρθωκὼς ὁ αὐτοκράτωρ ἐκεῖθεν ἀπήλαυνε πρὸς τὸν κατὰ Σικελίας ἤδη συσκευαζόμενος πόλεμον. τοσοῦτον γὰρ αὐτῷ τὸ περὶ τοὺς πολεμικοὺς καμάτους ἄτρυτον ἦν, ὅσον οὐδέπω οὐδενὶ οἶμαι ὑπῆρξε καὶ τῶν τῆς κοινῆς καὶ στρατιωτικῆς γεγονότων μοίρας, μὴ ὅτι γε βασιλεῦσιν ἢ στρατηγοῖς. ᾔει τοίνυν Σικελίαν τε περινοῶν καὶ Ἰταλίαν πᾶσαν· ἀλλ' ὡς ἔοικε τύχη καὶ δόξαν ἀληθῆ παραιτεῖται καὶ τὴν σὺν ἐπιστήμῃ στρατηγίαν πόνῳ οὐδενὶ ἐς τοὐναντίον ἅπαν ἀποκρίνειν ἐπίσταται. ὁ μὲν γὰρ καίτοι τῶν Σκυθικῶν μεταξὺ περιεσπακότων ὅμως ἔφθη ἐπικαιρότατα τῷ χώρῳ ἐπιστάς, ὅθεν καὶ τὴν ἀπόπλοιαν ποιεῖσθαι ἐχρῆν· τὸν δὲ στόλον ξυνέβαινεν, εἴτε πνεύμασιν ἐναντίοις τῆς ἐπὶ τὰ πρόσω ἀνακοπέντα, εἴτε καὶ τῇ τοῦ δουκὸς περὶ ταῦτα ἀμαθίᾳ, ὀψὲ καὶ κατόπιν ἐλθεῖν τοῦ καιροῦ. ἔαρος γὰρ τῶν Βυζαντίων ἀναχθεὶς λιμένων, φθινούσης ἤδη τῆς ὥρας ἐς βασιλέα κατῆρεν ἐντεῦθέν τε τὰ Ῥωμαίων ἔσφηλε πράγματα. ἀνέβη μὲν γὰρ καὶ τὴν διήρη ὁ βασιλεὺς καὶ τὸ ναυτικὸν ἅπαν πρὸς ταῖς κώπαις ἐκάθητο ὡς αὐτίκα ἀποπλευσόμενον, ἀλλὰ χειμὼν ἄγριος καὶ πνευμάτων βίαι αἰφνίδιον καταρραγεῖσαι ἀπεῖρξαν αὐτὸν τοῦ ἐγχειρήματος. πελάγη τε γὰρ ἐνταῦθα δεινῶς ἀχανῆ τέταται, καὶ ἔστιν ἐπιεικῶς κινδυνώδης ὁ πλοῦς καὶ μάλιστα χειμῶνος. ὅθεν καὶ αὐτὸς μὲν ἐπί τινα χῶρον ἀγχοῦ τῆς Βερροίας ἀναζεύξας, ἐνταῦθα διεχείμαζε· τὸν δὲ 97 γαμβρὸν Στέφανον, ὃν Κοντοστέφανον σμικρολογούμενοι οἶμαι ἐκάλουν (βραχὺς γὰρ τὴν ἡλικίαν ἦν), ἐπὶ Κέρκυραν ὑπὸ Σικελῶν τῷ τηνικάδε καθάπερ εἴρηται ἐχομένην σὺν παντὶ τῷ ναυτικῷ ἔστελλε, Ῥωμαίοις ταύτην ἀνασωσόμενον. ἀλλ' ὁ μὲν πρὸς τῇ πόλει γενόμενος πεῖράν τε παντοδαπῆ τῷ περιβόλῳ προσαγαγών, ἐνταῦθα τὸν βίον κατέλυσεν ἔτι τῶν πραγμάτων ᾐωρημένων, τρόπῳ ᾧπερ αὐτὸς ἐρῶν ἔρχομαι. κλίμακα λίαν ἐπιμήκη σχεδιάσας πολλῷ τε τειχέων ὑπερανισταμένην τῶν ἐκτός, διὰ ταύτην ἐπὶ τὴν πόλιν ἀνῆγε τὸ στράτευμα. λίθου τοίνυν μέγα τι χρῆμα τῆς ἀκροπόλεως ἐκ μηχανῆς τινος ἀφεθὲν τῇ κλίμακι προσαράσσει, ὑπὸ σφοδρότητός τε κατεαγὸς τεμάχια πολλαχοῦ διαφῆκεν, ὧν ἓν ἐπὶ τὸν δοῦκα μετενεχθὲν καιρίαν αὐτὸν ἔπληξεν. ὁ δὲ καίτοι θνήσκοντος ὅσον οὐκ ἤδη αἰσθόμενος αὐτοῦ ὅμως πολλὴν ἐποιεῖτο πρόνοιαν ὅπως ἂν μὴ συναισθήσεως ἀμφοτέροις γεγενημένης, Ῥωμαίοις μὲν δειλία ὡς τὸ εἰκός, θάρσος δὲ Σικελοῖς ἤδη ἐνδιδοῦσι γένοιτο. διὸ καὶ αὐτὸν μὲν ἡσυχῆ ἐπὶ τῶν τῆς νεὼς ἐκέλευεν ἐνθεμένους καταστρωμάτων ἔργου καὶ πάλιν ἔχεσθαι, Ἀνδρόνικον δέ, ὃς ὕστατος αὐτῷ τῶν παίδων ἐγένετο, καὶ τῶν πελεκηφόρων προσκαλεσάμενος τὸν ἐξάρχοντα, παραινέσεις προσῆγε μηδαμῆ τοῦ θάρσους ἐνδοῦναι Ῥωμαίους, ἀλλὰ νῦν ἔτι μάλιστα πρὸς ἔργοις γίνεσθαι, ὅτε οὐ μακρὰν ἐλπίδων ἑστήκασι τοῦ τὴν πόλιν ἑλεῖν. ἀλλ' ἦσαν ταῦτα ψυχῆς μὲν οἶμαι γνωρίσματα ἀνδρικῆς καὶ τὸ ὅλον ἀρεϊκῆς τε καὶ φι 98 λοπάτριδος. τὸ δὲ πρᾶγμα ἅμα τε ἐπέπρακτο καὶ ἅμα τοῖς πλήθεσιν ἔκπυστον γεγονὸς εἰς τοὐναντίον περιήνεγκε πάντα. Ῥωμαίους τε γὰρ καίτοι τειχέων ὕπερθεν ἤδη γεγενημένους ἀπεώσαντο Σικελοί, καὶ σύγχυσις εἶχε πάντα καὶ θροῦς.

5. Καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις ἦσαν. βασιλεὺς δὲ τούτων ἀκούσας ἠνιάθη μὲν ὡς τὸ εἰκός, στολάρχην δὲ ἀντ' αὐτοῦ προκεχειρισμένος ἀνενδότως τῆς πολιορκίας ἐκέλευεν ἔχεσθαι. τοῦ δὲ καὶ αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἐνδειξαμένου (στάσις μὲν γὰρ Ῥωμαίων μεταξὺ καὶ Οὐεννέτων, οἳ τῇδε σὺν αὐτοῖς