1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

27

ἐδήλουν καὶ ἀνεπυνθάνοντο τὸ πρακτέον. ὁ δὲ τὸ τῶν βαρβάρων καὶ ἔτι εὐλαβούμενος πρόσχημα, φημὶ δὴ τὴν ἐπὶ Παλαιστίνην δῆθεν πορείαν, ᾤκνει διὰ τοῦτο τὴν ἐπιχείρησιν, ἐκδηλότερόν τι νεωτερίσειν αὐτοὺς προσδεχόμενος. βασιλεὺς μὲν οὖν οὕτω γνώμης εἶχεν. οἱ δὲ βάρβαροι ὁδῷ ἰόντες, ἐπειδὴ ἐς τὰς ἐπὶ Χοιροβάκχων παρῆλθον πεδιάδας (ὑπτιάζει γὰρ ἐνταῦθα ὁ χῶρος καὶ πόαν δαψιλῆ μάλιστα ἐς τὰς ἵππων παρέχεται νομάς), ἐνταῦθα ηὐλίζοντο. 74 ἔνθα τι δυστύχημα λόγου κρεῖσσον αὐτοῖς ξυνενεχθῆναι λέγεται, ἐξ οὗπερ ἄν τις εἰκότως στοχάσαιτο μηνῖσαι τὸ θεῖον αὐτοῖς, τούς τε ὅρκους ἠδικηκόσι καὶ πολλῇ τῇ ἐς τοὺς ὁμοθρήσκους αὐτοῖς καὶ μηδὲν ἠδικηκότας ἀνθρώπους ἀπανθρωπίᾳ κεχρημένοις. ὄμβρου γὰρ ἐξαισίου καταρραγέντος ἀθρόον οἱ τὸν χῶρον ἐκεῖνον παραρρέοντες ποταμοί, ὧν ὁ μὲν Μέλας, ἅτερος δὲ Ἀθύρας πρὸς τῶν ἐγχωρίων ὠνόμασται, πολλῷ τοῦ συνήθους μᾶλλον ἀνοιδήσαντες μέτρου ἐπὶ πλεῖστόν τε τοῦ πεδίου προχυθέντες πολύ τι μέρος τοῦ Ἀλαμανῶν στρατεύματος αὐτοῖς ἵπποις καὶ ὅπλοις καὶ αὐταῖς παρέσυραν ταῖς σκηναῖς ἐπὶ θάλασσάν τε ἀπὸ γῆς ἐξέπτυσαν φέροντες. ὃ πυθόμενος βασιλεὺς ἐλέῳ τε τῷ εἰς τοὺς ἀνθρώπους τὴν ψυχὴν πεπονθὼς ἄνδρας τῶν ἐπὶ δόξης παραμυθησομένους Κορράδῳ τὴν συμφορὰν ἔστελλε, μετεπέμπετό τε αὐτὸν ὡς λόγου τε κοινωνήσῃ καὶ περὶ μεγάλων αὐτῷ συνδιασκέψαιτο. ὁ δὲ καὶ εἰσέτι μηδαμῆ καθυφεῖναι θέλων τοῦ γαύρου, ὑπαντᾶν αὐτῷ ἐς Βυζάντιον προάγοντι τὸν αὐτοκράτορα ἠξίου, τοιούτων τέ τινων ἄλλων ὁμιλίαν τὴν ἑαυτοῦ σταθμώμενος ἦν. ἐφ' οἷς ὁ βασιλεὺς ἀλαζονείαν ὅρον οὐκ ἔχουσαν αὐτοῦ καταγνοὺς τοῦ λοιποῦ περιεῖδε. Κορράδος δὲ πανστρατὶ ὡς ἐπὶ Βυζάντιον ἐφέρετο· ἐν δὲ τῷ καταντικρὺ τειχέων βασιλικῷ γεγονὼς ἐνδιαιτήματι, ὃ Φιλοπάτιον ὀνομάζουσιν οὐκ οἶδα εἴτε τὴν φίλην αἰνιττόμενοι διατριβὴν (ἄνεσιν γάρ τινα παρέχεται καὶ φροντίδων ἀπαλλαγὴν τοῖς ἐκ τῶν ἀστικῶν ταράχων ἐνθάδε ἀπαλλασσομένοις) εἴτε καὶ τὴν φύλλοις 75 κομῶσαν πόαν τε δαψιλῆ ἀνιεῖσαν (ἀμφιλαφὴς γὰρ ὁ χῶρος καὶ ἐπίχλοον ἁπανταχῆ φέρει τὸ πρόσωπον), ἐντεῦθεν τῷ περιβόλῳ προσεῖχε τοῦ ἄστεος. τούς τε οὖν πύργους ἐς ὕψος ἱκανῶς ἀνατρέχοντας κατανοήσας καὶ τάφρου μέγα τι χρῆμα βαθείας κύκλῳ περιθεούσης ἰδὼν ἐν θαύματι μεγάλῳ ἐγένετο. ἐπεὶ δὲ καὶ γυναικῶν ὅμιλον καὶ δῆμον ἄνοπλόν τινα καὶ ἀπερίεργον ἐπὶ τῶν προπυργίων ἑστῶτα εἶδε (πάντες γὰρ ὅσοι πολεμίων εἰώθασι πόνων γεύεσθαι, οἱ μὲν πρὸς τοῖς τείχεσιν ἔνδον φρουροῦντες ἐκάθηντο, οἱ δὲ πρὸ τοῦ περιβόλου τῆς πόλεως ἕστασαν χειρῶν ἄρχειν Ἀλαμανοὺς περιμένοντες), ἐπειδὴ γοῦν ταῦτα κατενόει, αὐτίκα ὅπερ ἦν περιουσίᾳ δυνάμεως ἀνέκπληκτον τὴν πόλιν μεῖναι ἐννοήσας, ἐνθένδεν ἀπηλλάττετο, τήν τε γέφυραν, ἣ τὴν ὑποκειμένην ὡς ἂν εἴποι τις ποταμοθάλασσαν ζεύγνυσι, ταχὺ διαβὰς ἐπί τι τῶν ἀντιπέρας Βυζαντίου κατήγετο προαστεῖον, ὃ Πικριδίου ὠνόμασται. ἔστι δὲ τὸ τοῦ ἐνταῦθα πορθμοῦ τοιοῦτον. ὁ Εὔξεινος πόντος ἀπορροήν τινα ποιούμενος ἐπὶ τὸ δεξιὸν εἰσπλέοντι μέρος ὡς ἐπὶ δυσμὰς ἄνεισι, λιμένα ἐπιμήκη Βυζαντίοις ἐργαζόμενος. ποταμὸς δέ τις ἄνωθέν ποθεν ἐκβάλλων τὸ ῥεῦμα κάτεισι μὲν διὰ τῶν τῇδε πεδιάδων, ὀλίγου δὲ Βυζαντίου ἄποθεν κατὰ κορυφὴν τῷ λιμένι ξυμβάλλων εἰς ταὐτὸν ἔρχεται, ἔνθα τὴν γέφυραν ἵστασθαι ξυμβαίνει.

15. Τοῦτο μὲν δὴ τοιοῦτον. Κορράδος δὲ ἐνταῦθα γεγονὼς λόγους ἐς βασιλέα οὐ πόρρω θρύψεως ὄντας πολλῆς ἔπεμψεν. 76 εἶχε δὲ ὧδε τὰ μηνύματα. "χρὴ βασιλεῦ ἐπὶ παντὶ τόν γε νοῦν ἔχοντα οὐ τὸ πρᾶγμα σκοπεῖν καθ' ἑαυτό, τὸν δὲ σκοπὸν ὅθεν γένοιτο πολυπραγμονεῖν μάλιστα. ὃ γὰρ γνώμης ἤρτηταί τινος, οὔτε ἀγαθὸν ὂν ἐπαινεῖται πολλάκις, οὔτε φαῦλον φαινόμενον ψέγεσθαι πέφυκε. καί τις πρὸς ἐχθρῶν μὲν ἀγαθοῦ παρὰ γνώμην ἐνίοτε τυγχάνει, φλαύρου δ' αὖ πρὸς τῶν φίλων πειρᾶταί τινος. μὴ τοίνυν τῶν τῷ πλήθει τῆς ἡμετέρας στρατιᾶς χθὲς περὶ τὴν χώραν ἡμαρτημένων τὴν σὴν τὰς αἰτίας ἐφ' ἡμᾶς ἄγε, μηδὲ διὰ ταῦτα χαλέπαινε,