1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

84

παραλόγως εὐημερεῖν καὶ ἐπὶ τὴν Ῥωμαίων αὐτὸν τρέψειε, πολὺς ἐξ οὗ χρόνος λίχνον ἐπιρρίψαντα ταύτῃ ὀφθαλμόν. ὅθεν καὶ ἐπὶ μὲν ἔθνη τὰ τῇδε καὶ ὅσα κόλπου ἐντὸς ἵδρυται τοῦ Ἰονίου τῶν ἀσημοτέρων τινὰς ἀφανῶς ἐκπέμπων τῆς Φρεδερίκου τε αὐτὰ ὑπομιμνήσκειν ἐκέλευεν ἀπληστίας καὶ πρὸς ἀντίστασιν ἤγειρεν. εἰς δὲ τὸ Οὐεννέτων ἔθνος Νικηφόρον σὺν χρήμασι τὸν Χαλούφην ἔπεμπε, πειρασόμενόν τε τῆς εἰς αὐτὸν τοῦ ἔθνους εὐνοίας καὶ ἐπὶ τῷ Ῥωμαίοις συμφέροντι τὰ τῇδε διοικησόμενον. Φρεδερίκος δὲ Ῥώμης ἤδη περιγεγονὼς ἄλλα τε πολλὰ ἐνεωτέρισε καὶ δὴ καὶ Ἀλέξανδρον τὸν τῇδε ἀρχιερέα τοῦ 229 θρόνου κατασπάσας Ὀκταβιανὸν ἀντεισῆξεν, ἐντεῦθεν οἶμαι τοῦ Ῥωμαίων αὐτοκράτορος προσαρμόσειν αὑτῷ τὸ ἀξίωμα οἰηθείς· οὐδενὶ γὰρ ἄλλῳ ὅτι μὴ βασιλεῖ Ῥωμαίων ἀρχιερέα προβεβλῆσθαι τῇ Ῥώμῃ ἐφεῖται. τοίνυν καὶ ἐξότου ὀλιγωρίᾳ τῶν ἐν Βυζαντίῳ βασιλέων τὸ τοιοῦτον ἀπεσβήκει ἔθος, οὐδεὶς οὐδένα ἐν Ῥώμῃ ἀρχιερέα καθίστη, ἀλλ' ἐπισκοπικῶν συνόδων καὶ τοῦ κατὰ τὴν Ῥώμην ἀρχιερατικοῦ ταῦτα ἐτελεῖτο. ἀλλὰ Φρεδερίκος τῇ αὐτοκράτορος πάλαι ἐποφθαλμίζων ἀρχῇ, καὶ τοῦτο δὴ μέγιστον αὐτῆς γνώρισμα ὑφαρπασάμενος ἔδοξεν ἔχειν. ὁ δὲ καὶ τῶν ἐπισκόπων ὑποποιησάμενος πολλοὺς ὑπὸ συνόδῳ δῆθεν ἐκύρωσε τὰ τοῦ νεωτερισμοῦ. τοῦτο ῥηξὶ τοῖς ἄλλοις ἔδοξε μὲν οὐκ ἐπαινετόν, ἐδυνήθη δὲ οὐδεὶς Φρεδερίκῳ ἀντιπρᾶξαι δυνάμεως ἐπὶ πλεῖστον ἥκοντι, ὅτι μὴ βασιλεὺς χρήμασί τε καὶ μηχαναῖς ἑτέραις ἐμποδὼν αὐτῷ κἀν τούτῳ ἐγένετο, Ἀλέξανδρον ἐπὶ τοῦ θρόνου εἰσαῦθις καταστησάμενος. ἀλλὰ ταῦτα μὲν ὕστερον. ὁ δὲ Χαλούφης, ἐπειδὴ πρὸς Ἐπιδάμνῳ ἐγένετο, ἐνταῦθα προστεταγμένον αὐτῷ τὰ πλείω τῶν χρημάτων λιπὼν αὐτὸς ἐπὶ Οὐεννέτους ναυσὶν ἦλθε πνεύματος ἐπιφόρου τυχών, τῷ τῆς χώρας τε δουκὶ καὶ τοῖς ἄλλοις τῶν ἐν τῷ ἔθνει τούτῳ λογίμων εἰς λόγους ἐλθὼν ἔλεξε τάδε. "Μηδεὶς ὑμῶν, ὦ ἄνδρες, ὑπολαβέτω δέει τοῦ μὴ τὸ ἐς τὴν Ῥωμαίων εὔνουν βασίλειαν προήσεσθαί ποτε τὴν ὑμετέραν ἀγχίνοιαν πρὸς βασιλέως ἐνταῦθά με ἀφῖχθαι, στηρίξοντα τὸ ὑμῶν ἴσως ὀκλάζον τῆς γνώμης. μὴ γὰρ οὕτως 230 αὐτοί τε ἀγεννῶς καὶ ἀναξίως τοῦ ὑμῶν αὐτῶν σχοίητε γένους, καὶ βασιλεὺς τῆς περὶ ὑμᾶς πάλαι διαμάρτοι δόξης. ἀλλ' ἐπειδὴ τῶν ἄλλων, ὅσοι ὑπὸ τὴν παλάμην τελοῦσι τὴν αὐτοῦ, ὑμῖν μάλιστα εἰς εὐγνωμοσύνην τεθαρρηκὼς εἴη, πρώτην διὰ τοῦτο καὶ τὴν αὐτοῦ κηδεμονίαν ὑμῖν ἐπιδείξασθαι ἔγνω. αἰσχρὸν μὲν γὰρ χρῆσθαι τοῖς ὑπηκόοις εὐημεροῦσι, δυσπραγούντων δὲ ἀπροσποιεῖσθαι τὴν σωτηρίαν. ἵνα τοίνυν μὴ καὶ ὑμῖν σὺν ἄλλοις, ὅσοις οὐ τῆς βασιλέως μέτεστιν εὐμενείας, βεβιάσθαι παρὰ Φρεδερίκου συμβαίη, ἀνδρὸς ὑπὸ φιλαρχίᾳ καὶ τὰ χρόνῳ καὶ ἔθει κεκρατηκότα μακρῷ διαλύειν πόνῳ οὐδενὶ φιλονεικοῦντος, ἐμὲ παρ' ὑμᾶς ὡς ὁρᾶτε ἔπεμψε πάντα παρεξόμενον ὅσων ἂν τυχεῖν παρ' αὐτοῦ δέησθε. καὶ τὴν ἐν Μεδιολάνοις γάρ ποτε βασιλέως συμπράξαντος πρὸς Φρεδερίκον τόνδε διαράμενοι μάχην ἴστε ὅπως αὐτοῦ ἐκρατήσατε. δι' ἃ καὶ δι' ἀπεχθείας αὐτὸς βασιλεῖ φέρεται, ἀλογίστῳ τε πιστεύων εὐπραγίᾳ καὶ Ῥωμαίων οὐδὲν προσῆκον αὐτοκράτωρ κεκλῆσθαι ἀξιοῖ, οὐκ εἰδὼς ὡς τὰ τῆς τύχης παράλογα ἅτε οὐκ ἐπ' ἀσφαλοῦς βεβηκότα τῆς ἕδρας ταχὺ καταρρεῖν εἴωθε. δι' ἃ μὲν οὖν αὐτὸς ἐφ' ὑμᾶς ἦλθον, ταῦτά εἰσι. μελήσει δ' ὑμῖν ἐπὶ τῶν ἔργων ἐξάγειν, ὅσα παρὰ βασιλέα πέμψαντες ἔναγχος διωμολογεῖτε. ἔφατε τοίνυν τὰς ἀγχιγείτονας ἡμῖν παραστήσασθαι πόλεις Λιγούρων, εἰ καί τις ἐκ Βυζαντίου ἔργου συλληψόμενος ὑμῖν ἔλθοι. ὃ δὴ καὶ γέγονεν, ὥσπερ ὁρᾶτε." Νικηφόρος μὲν τοσαῦτα εἶπεν, Οὐέν 231 νετοι δὲ τοὺς λόγους εἰσδεξάμενοι ἐπιτελῆ πάντα ποιήσειν ὑπέσχοντο. καὶ δὴ Κρεμών τε καὶ Παταβία καὶ πλεῖσται ἄλλαι τῶν ἐν Λιγούροις περιφανεστάτων πόλεων βασιλεῖ προσεχώρησαν. ἐν μὲν δὴ Ἰταλίᾳ ταῦτα βασιλεὺς ἔπρασσεν, οὔπω μέντοι ἐπιδήλως· τὸ γὰρ ἐς Φρεδερίκον ἔχθος ἐγκρυφιάζειν ἔτι ἤθελεν.