1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

52

προχειροτάτη ἦν. οὗτος Ἄντρου μὲν ἦρχε φρουρίου, Γιβενατζίου δὲ μεταποιεῖσθαι Ῥωμαίους ἀκηκοὼς ἠπείλει μὲν καὶ τὸ πρότερον ἀποσχέσθαι τῆς ἐγχειρήσεως, ὡς δὲ τῶν ἀπειλῶν ἀφροντιστήσαντες Γιβενάτζιόν τε αὐτὸ ὁμολογίᾳ ἔσχον καὶ περὶ τῶν λοιπῶν προϊόντες ἐσκέπτοντο, κόμησί τε ἄλλοις καὶ δὴ καὶ τῷ Γιλιέλμου καντζιλερίῳ συγγεγονώς, ὃν λογοθέτην εἴποι ἄν τις ἑλληνίζων ἀνήρ, ἐπὶ Τρᾶνιν σὺν αὐτοῖς ἦλθεν ὡς αὐτοβοεὶ τὴν πόλιν ἀναρπασόμενος. ἠκολούθει δὲ αὐτοῖς στράτευμα, ἱππεῖς μὲν δισχίλιοι πεζῶν δὲ καὶ ὁπλιτῶν μύριος ἄγαν ὅμιλος. Ῥωμαῖοι τοίνυν σὺν βραχείᾳ τινὶ καὶ ὀλιγανδρούσῃ δυνάμει ἔνδον ἀπολειφθέντες περί τε τῇ πόλει αὐτῇ καὶ τοῖς ὅλοις ἔδεισαν πράγμασιν. ὅθεν καὶ ταχὺ τὸν ∆ούκαν μετεπέμποντο γράμμασι τύχην αὐτῷ τὴν ἐνεστῶσαν παραδηλοῦντες. ὁ δὲ ἐπειδὴ τὰ γράμματα ἐδέξατο, συσκευασάμενος αὐθημερὸν τὴν ἐπὶ Τρᾶνιν ἠπείγετο. γενομένῳ γοῦν περί τινα χῶρον ᾧ Βουνὸς ἡ κλῆσίς ἐστιν, ἐξῄεσαν οἱ ταύτῃ ἄνθρωποι παραλήψεσθαι σφίσι τὴν πόλιν ἀμαχητὶ τὸν Ῥωμαίων προτρεπόμενοι στρατόν. ἀλλ' ὁ ∆ούκας διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι ἀσύμφορον οἰηθείς, ὡς μὴ Ῥιτζάρδῳ κατ' ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι δώσει ῥοπήν, ταῦτα μὲν ἐν τῷ τέως παρῆλθε, δυνατὸν ὂν καὶ εἰσέπειτα κατὰ καιρὸν ἀνθέξεσθαι τούτων, ἐπὶ δὲ τὸν Ῥιτζάρδον ὅλαις ἐφέρετο ὁρμαῖς. ἔστι δέ τι ἐπιθαλάττιον πόλισμα Βαρλὲτ ὄνομα, ἔνθα τὸν καντζιλέριον συνέβαινεν εἶναι. τούτου δὴ ἄγχιστα γενομένῳ τῷ ∆ούκᾳ ἱππεῖς ἐκ τῆς ἐκείνου στρατιᾶς τριακόσιοι μάλιστα ἐκδρομὴν ποιησάμενοι ἅμα πεζῶν φάλαγγι αἰφνίδιον ὑπηντίαζον. ὁ δὲ τῷ ἀπροόπτῳ μηδὲν καταπλαγεὶς ἐς φάλαγγά τε ἐπυκνοῦτο ταχὺ καὶ σὺν ῥύμῃ σφοδρᾷ κατ' αὐτῶν ἵετο, πρὸς βραχύ τε ὑποστάντες ἐτρέψαντο. ἔνθα Ῥωμαίοις μὲν τοῖς ἄλλοις οὐκ ἔχω λέγειν ὅπως ἑκάστῳ ἀνδραγαθίσασθαι ἐξεγένετο, ὅ γε μὴν ∆ούκας ἐς τριάκοντά φασιν ἐπὶ στόμα κατήνεγκε ξὺν τῷ δόρατι ἐπελαύνων, ἕως πυλῶν ἔνδον πολλοὺς τῶν σφετέρων ἀποβαλόντες ἐγένοντο. Ῥωμαῖοι δὲ ὀπίσω διώξαντες, ἐπειδὴ συνεσκόταζεν ἤδη, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρουν, οὐδενὶ ἑτέρῳ ὅ τι μὴ τῶν μισθοφορούντων ζημιωθέντες ἱππέων τινί. τὴν μὲν οὖν νύκτα ἐκείνην ἐνταῦθά που ηὐλίσαντο, ἅμα δὲ ἡμέρᾳ ὁδοῦ εἴχοντο. τοῦτο μαθὼν ὁ Ῥιτζάρδος, ὡς μὴ κύκλωσίν τινα αὐτοῦ Ῥωμαῖοι ποιησά- μενοι ἀνήκεστα δράσωσι, τὴν ταχίστην ἐκεῖθεν ἐφέρετο, ἐν Ἄντρῳ τε γεγονὼς ἐνταῦθα ἔμενεν. ὁ δὲ ∆ούκας τὸ σὺν τῷ Παλαιολόγῳ ῥυσάμενος στράτευμα ἐπὶ Ῥιτζάρδον μετέβαινε, καίτοι τῆς περὶ αὐτὸν δυνάμεως πολλῷ τὴν Ῥωμαίων πλήθει ὑπερβαλλούσης. 143 τοὺς μὲν γὰρ ἑξακοσίους, οὐ πλείονας συνέβαινεν εἶναι, πεζῶν ἄνευ, οἳ καὶ αὐτοὶ τοῦ σὺν τῷ Ῥιτζάρδῳ πεζικοῦ πλείστου ἀποδέοντες ἦσαν. Ῥιτζάρδῳ δὲ ἱππεῖς μὲν ὀκτακόσιοι καὶ χίλιοι, πεζῶν δὲ οὐκ εὐαρίθμητος εἵπετο στρατιά. ἐπιόντας τοίνυν Ῥωμαίους ὁ Ῥιτζάρδος ἀναμαθὼν ἀντεξῆγε τὸ στράτευμα καὶ αὐτός. ἐπειδή τε ἐγγὺς ἤδη ἐγένοντο, Ῥωμαῖοι μὲν τριχῆ διαιρεθέντες ἐτάξαντο ὧδε. Σκύθαι δὲ καὶ ὅσοι ἐπὶ τόξοις ἦσαν πεζῇ φαλαγγηδὸν ἐπὶ μέτωπον ἔστησαν. ἱππέων δὲ ἐς ἥμισυ μάλιστα καὶ μοῖραν Σκυθῶν ὁ ∆ούκας ἔχων αὐτὸς μὲν τὴν ὀπισθίαν, Βασαβίλας δὲ σὺν τῶν ἄλλων κομήτων τισὶ τὸ λοιπὸν ἔχων ἱππικὸν τὴν μέσην ἐκληροῦτο χώραν. Ῥιτζάρδος δὲ πολλῷ ἐχόμενος θυμῷ, οὐδὲ ὅσον τακτικῆς τι μεταποιήσασθαι ἀνασχόμενος ἀπήλαυνε σὺν τοῖς ἀμφ' αὐτὸν ἱππεῦσιν, ἕως ἐς αὐτὸ τὸ μεσαίτατον τοῦ Ῥωμαϊκοῦ καταντήσας στρατεύματος στάδην ἤδη τὴν μάχην ἐποιεῖτο, τοῦ κατὰ μέτωπον τοξικοῦ οὐδὲ κατὰ βραχὺ ἀντισχόντος αὐτῷ. εἶτα δὴ καὶ Βασαβίλαν βιασάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ τοῖς ἀμφὶ τὸν ∆ούκαν ἤδη ἐπέθετο. ἐνταῦθα μάχη συνίσταται καρτερά, καὶ πίπτουσι μὲν τῶν περὶ τὸν Ῥιτζάρδον πολλοί· ἅτε δὲ ἐν πολλῷ τῷ πλήθει πιπτόντων, συναίσθησις οὐδεμία τῷ στρατεύματι ἐγίνετο. ὠθισμός τε γοῦν πολὺς ἦν καὶ δοράτων πρὸς ταῖς ἀσπίσιν ἀποκαυλιζομένων δοῦπος ἠγείρετο· συχνά τε βέλη 144 ἐπεπέτετο καὶ πανταχόθεν ἐστήρικτο τὸ δεινόν, ἕως Ῥιτζάρδος σὺν ῥύμῃ ἐπιβρίσας νῶτα ἤδη δεδωκέναι καὶ