1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

16

χώραν αὐτὸς τὴν ἐν ἀριστερῷ κληρωσάμενος, ἅτε τῷ μεσαιτάτῳ ἀντιμετωποῦσαν τοῦ τῶν ἐναντίων στρατεύματος, ἔνθα πλείστους τε καὶ ἀρίστους ξυνέβαινεν εἶναι Περσῶν. Πέρσαι τοίνυν μάχαις οἶμαι ταῖς προλαβούσαις περιῃρημένοι τὴν τόλμαν, ἐπειδὴ τὴν Ῥωμαϊκὴν εἶδον ῥομφαίαν, τὴν τάξιν ἀπολιπόντες οὐδενὶ κόσμῳ ἐφέροντο, ὅπως αὐτὸς ἕκαστος πρῶτος ἐνθένδεν ἀπαλλάσσοιτο σπουδὴν ἔχοντες. ἔνθα καὶ τὸν σουλτὰν ἡ φήμη παρεῖναι διήγγελλε. φευγόντων οὖν Ῥωμαῖοι τῇ διώξει ἐγκείμενοι πολύν τινα κατέτριψαν χρόνον. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· τὸ δὲ ἄλλο Ῥωμαίων στράτευμα κατὰ νώτου συντεταγμένως ὥσπερ εἴρηται ἐπιὸν τὸ μὲν πρῶτον λόχοις τισὶν ἐξ ἀπροσδοκήτου περιτυχὸν ἐτρέψατο, εἶτα καὶ τῶν ἄλλων κατόπιν ἐπιθεμένων αὐτοῖς, ὅσοι τε Ἰκονίου ἐντὸς φυλακὴν εἶχον (ἐπεξῄεσαν γὰρ ἤδη καὶ οὗτοι θαρσήσαντες τῷ τὸν αὐτοκράτορα μακρὰν ἄποθεν Ἰκονίου ποιεῖσθαι τὴν δίωξιν) καὶ ὅσοι ἐν τῷ κατάντει τῆς πόλεως ὀπίσω καθάπερ εἴρηται ἐτάξαντο, κλονεῖσθαι ἤδη ἤρξατο. ὅπερ ἐπειδὴ τάχιστα βασιλεὺς ἤκουσε δυνάμεις τῶν σὺν αὐτῷ τὴν ταχίστην ἐξέπεμπεν ἐπ' αὐτοῖς, ὧν Πυρρογεώργιός τε ἦρχεν ἀνὴρ δραστήριος μάλιστα, ὃς καὶ τῷ τοῦ πριμικηρίου τῆς αὐλῆς ἐσύστερον τετίμηται ἀξιώματι, καὶ ὁ Χουροὺπ ἐς τοὺς βασιλέως καὶ πρὸς τῆς ἁλουργίδος ὑπηρέτας τελῶν. ἀλλὰ καὶ τούτων βεβοηθηκό 45 των οὐδὲν ἧττον καὶ πάλιν κλονεῖσθαι συνέβαινεν ἅπαξ πεπονηκὸς τὸ στρατιωτικόν. ἀλλὰ βασιλεύς, ἦν γὰρ ὀξύτατος τὸ δέον εὑρεῖν καὶ καταστοχάσασθαι τοῦ πρακτέου δεξιώτατος, ἔγνω ἐπινοίας μᾶλλον ἢ ἰσχύος ἐνταῦθα χρῄζειν τὸ πρᾶγμα. αὐτίκα τοίνυν τῶν τινα στρατιωτῶν καλέσας, Βεμπιτζιώτην μὲν ἐπικεκλημένον πόλεως δὲ ὡρμημένον Ἀδριανοῦ, ἐκέλευε τὸ κράνος τῆς κεφαλῆς ἀποθέμενον μετέωρόν τε αὐτὸ ἐπὶ τῆς χειρὸς πανταχόσε περιδινοῦντα τὴν τοῦ σουλτὰν δῆθεν ἐπὶ τοῦ στρατεύματος διακηρυκεύεσθαι ἅλωσιν. οὗ γεγονότος ἀνεθάρσησέ τε παραχρῆμα τὸ Ῥωμαϊκὸν καὶ τοὺς ἐναντίους ἰσχυρῶς ἐγκειμένους ἀπεώσατο. οὕτω πολλάκις ἓν βούλευμα συνετὸν ὑπὲρ μυριοπληθεῖς ὤνησε χεῖρας, καὶ ἀνδρὸς ἑνὸς ἀρετὴ πολλῶν ἀσπίδων δυνατωτέρα γίνεται. ἀλλὰ τότε μὲν ἐπειδὴ τάχιστα νὺξ ἐγένετο, αὐτοῦ που ηὐλίσαντο· ὄρθρου δὲ ἄρας ἐκεῖθεν πρὸς Ἰκονίῳ ἐστρατοπεδεύσατο. ὡς δὲ κύκλῳ περιελθὼν οὐκ εὐέφοδον εἶναι αὐτὸ κατενόει, ἥ τε φήμη, ἣ ἔθνη τὰ πρὸς δύοντα ἥλιον ἐξ ἐθῶν ἐπαναστάντα τῶν πατρίων ἐπὶ τὴν Ῥωμαίων παμπληθεὶ ἐμήνυε φέρεσθαι, ἑκάστης ηὔξανεν ἡμέρας, τοῦ μὲν πολιορκεῖν ἀπέσχετο, χρόνου τε πλείονος καὶ μείζονος ἄλλης ἢ κατ' ἐκείνην δῆθεν νομίσας παρασκευῆς, δῃώσας δὲ καὶ ἀφανισμῷ τὰ ἐν ποσὶ παραδοὺς ἐκεῖθεν ἀπήλαυνεν. ὅτε δὴ λέγεται ὡς τοῖς πρὸ τῆς πόλεως Περσῶν τάφοις πολλὰ τοῦ Ῥωμαϊκοῦ ἐνυβρίσαντος ἔκθετά τε τῶν σωμάτων ὡς πλεῖστα πεποιηκότος, ὁ δὲ οὐδ' ἐν τηλικαύταις και 46 ρῶν ὀξύτησι καθυφεῖναι θέλων τοῦ μεγαλοπρεποῦς τῆς τὸν σουλτὰν γειναμένης παντάπασιν ἀνύβριστον τηρηθῆναι τὴν κόνιν ἐκέλευε, χρῆναι τοῖς καὶ κατὰ βραχὺ σωφρονοῦσιν εἰπὼν αἰδεῖσθαι μᾶλλον δυστυχοῦσαν εὐγένειαν, γράμμα τε χαράξας οὐ πόρρω θρύψεως ὂν παρὰ τὴν τοῦ σουλτὰν ἔπεμπε γαμετήν. εἶχε δὲ ὧδε τὸ γράμμα. "εἰδέναι βουλόμεθά σε, ὡς τὸ τῆς ἡμετέρας παιδίον βασιλείας ὁ σουλτὰν ζῇ καὶ ἔτι περίεστι τὰς τοῦ πολέμου χεῖρας διαπεφευγώς." ἡ δὲ πρόβατα περί που τὰ δισχίλια καὶ βοῶν μέγα τι χρῆμα καὶ πλεῖστα ἄλλα τῶν ἐδωδίμων ἐν παρασκευῇ μὲν εἶχεν ἐφ' ᾧ βασιλέα τούτοις δεξιώσαιτο· ἐπεὶ δὲ πυρὶ τὰς πρὸ τῆς πόλεως οἰκοδομὰς καθάπερ εἴρηται τὸ Ῥωμαϊκὸν ἔφλεξεν, οὐκέτι πέρατι τὸν σκοπὸν ἔδωκε. καὶ ταῦτα μὲν τοιάδε τινὰ ἦσαν. βασιλεὺς δὲ ἐπειδὴ τῆς ἀποπορείας ἤρξατο, γράμμα καὶ πάλιν ἐπὶ τὸν σουλτὰν ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· "πολλά σε πολλάκις ἀναζητήσαντες οὔπω ἐτύχομέν σοι. φεύγεις γὰρ ἀεὶ καὶ καθάπερ σκιὰ διολισθαίνεις ἡμῶν. ἵν' οὖν μὴ καὶ δοκοίημεν σκιαμαχεῖν, τῷ τέως μὲν ἄπιμεν παλινοστοῦντες· ἔαρος δὲ σὺν μείζονι τῇ παρασκευῇ ἐπί σε ἥξομεν. μελήσει δέ σοι τοῦ μὴ καὶ τότε ἀναξίως οὕτως ἑαυτοῦ φεύγοντι οἴχεσθαι διόλου." 7. Ταῦτα