1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

108

ἀφαιροῦνται τὸν μείρακα. ὧν ἐπειδὴ βασιλεὺς ἤκουσεν, ἐδυσχέρανε μὲν καὶ ὤμνυτό γε μὴ ἂν αὐτοῦ ξυνειδότος τὸ τοιόνδε πρὸς ἐκεῖνον εἰργάσθαι, ἤνεγκε δὲ ὅμως τὸ ἄλγημα· οὐ γὰρ εἶχεν ὅπως σὺν τῷ δικαίῳ τοὺς δράσαντας ἀμυνεῖται.

2. Ἀλλ' ὅπερ ἐλέγομεν, Μιχαὴλ μὲν ἐπὶ Ἀμάσειαν ἔπεμψεν· ὁ δὲ τὸν ∆αμάλεως πορθμὸν διαβὰς εὐθὺ Μελαγγείων ἐχώρει. ἔνθα ἔκ τε Βιθυνίας καὶ τοῦ Ῥυνδακοῦ χωρίων στράτευμα ἀγείρας ἱκανὸν ἐξῄει ἐπὶ τὰ ∆ορυλαίου πεδία, τὰ ἐκεῖσε Ῥωμαίων φρούρια εἰρήνης κατεχούσης ἔτι τῶν ἐπιτηδείων ἐμπλησόμενος καὶ τοῖς τῷ σουλτὰν δυσμεναίνουσι θάρσος ἔτι μᾶλλον ἐμποιήσων, πρὸς δὲ καὶ ∆ορύλαιον ἀνοικοδομήσων. τὸ δὲ ∆ορύλαιον τοῦτο ἦν μὲν ὅτε πόλις ἦν μεγάλη τε εἴπερ τις τῶν ἐν Ἀσίᾳ καὶ λόγου ἀξία πολλοῦ. αὔρα τε γὰρ τὸν χῶρον ἁπαλὴ καταπνεῖ, καὶ πεδία παρ' αὐτὴν τέταται λειότητός τε ἐπὶ πλεῖστον ἥκοντα καὶ ἀμήχανόν τι προφαίνοντα κάλλος, οὕτω μέντοι λιπαρὰ καὶ οὕτως εὔγεω, ὡς τήν τε πόαν δαψιλῆ μάλιστα ἐκδιδόναι καὶ ἁβρὸν παρέχεσθαι ἄσταχυν. ποταμὸς δὲ διὰ τοῦ τῇδε τὸ νᾶμα πέμπει καὶ ἰδέσθαι καλὸς καὶ γεύσασθαι ἡδύς. πλῆθος ἰχθύων τοσοῦτον δὲ ἐννήχεται τούτῳ, ὅσον εἰς δαψίλειαν τοῖς τῇδε ἁλιευόμενον ἐλλιπὲς οὐδαμῆ γίνεσθαι. ἐνταῦθα Μελισσηνῶν ποτε καίσαρι οἰκίαι τε ἐξῳκοδόμηνται λαμπραὶ καὶ κῶμαι πολυάνθρωποι ἦσαν θερμά τε αὐτόματα καὶ στοαὶ καὶ πλυνοὶ, καὶ ὅσα ἀνθρώ 295 ποις ἡδονὴν φέρει, ταῦτα δὴ ὁ χῶρος ἄφθονα παρεῖχεν. ἀλλὰ Πέρσαι, ὁπηνίκα ἡ κατὰ Ῥωμαίων ἤκμαζεν ἐκδρομή, τήν τε πό-λιν εἰς ἔδαφος βεβλημένην ἀνθρώπων ἔρημον παντάπασιν ἐπεποίηντο καὶ τὰ τῇδε πάντα μέχρι καὶ ἐπὶ λεπτὸν τῆς πάλαι σεμνότητος ἠφάνισαν ἴχνος. ἡ μὲν δὴ πόλις τοιάδε τις ἦν. τότε δὲ Πέρσαι ἀμφὶ δισχιλίους περὶ ταύτην νομάδες ὡς ἔθος ἐσκήνουν· οὓς δὴ ἐκεῖθεν ἀπαναστήσας βασιλεὺς χάρακά τε τῆς πόλεως οὐ μακρὰν ἄποθεν περιβαλὼν τὰ πρὸς τειχοδομίαν ἐξηρτύετο. καὶ ἡ μὲν κατὰ τάχος ἠγείρετο, σχήματος μὲν πολλῷ τοῦ πρότερον ἔνδον ὑποκεχωρηκυῖα, τοῦ δὲ εἰς ἄκραν αὐτῇ ἀνεστηκότος τὰ πρότερον γηλόφου ὀλίγῳ δὴ ἀποτέρω καὶ ἀπὸ ταὐτοῦ πάντοθεν τοῦ διαστήματος τὸν περίβολον στρέφουσα. βασιλεὺς δὲ ξὺν ὀλίγοις ἑκάστης ἡμέρας ἐξιὼν λόχοις τε ἐξ ἀφανοῦς καὶ κατὰ πρόσωπον συμβολαῖς πολλοὺς Περσῶν ἔκτεινε καὶ τῶν παρὰ σφίσιν ἐπιφανῶν. οὐ γὰρ ἐνέλιπον συχνοὶ ἐκ τῶν ἀνωτάτω συρρέοντες ἐφ' ᾧ τὴν οἰκοδομίαν οὕτω κωλύειν. τότε δὴ καὶ Σανισάν, οὗπερ ἤδη ἐμνήσθην, χρόνοις τισὶ πρότερον βασιλεὺς αὐτῷ προσπεφευγότα ἐπὶ τὰς ἀνωτάτω Ἰκονίου χρήμασιν ἐφοδιάσας ἔπεμψε χώρας. εἵπετο δέ οἱ καὶ στράτευμα ὁδοῦ τῆς ἐπὶ Παφλαγονίαν ἡγησομένῳ. ἀλλ' οὔπω ἐπὶ πλεῖστον προῆλθε, καὶ Περσῶν δυνάμεις ἐλλοχήσασαι Ῥωμαίων τε τῶν σὺν αὐτῷ πολλοὺς ἔκτειναν καὶ λαφύρων ἐπλήσαντο ἱκανῶν. Σανισὰν δὲ μόγις ἐκεῖθεν διαδρὰς πεφοβημένος ἐπὶ βασιλέα ἦλθεν. οὕτως ἐς τὸ κακοτυχὲς ἀεὶ τῷ ἀνθρώπῳ 296 τὰ πράγματα ἀπεκρίνετο. τὰ μὲν δὴ ἐπὶ ∆ορυλαίου τῇδε ἐφέρετο. Μιχαὴλ δὲ ὁ Γαβρᾶς σὺν τῷ στρατεύματι ἐς Ἀμάσειαν ἦλθε, παρακαλούμενός τε πρὸς τῶν τὴν πόλιν ἐχόντων αὐτίκα δὴ ἐπὶ ταύτην παριέναι, ἐπειδὴ καὶ δύναμις παρὰ Κλιτζιεσθλὰν ἐπὶ τοῖς αὐτοῖς ἀφιγμένη οὐ μακρὰν ἄποθεν τῆς πόλεως ἐσκήνου, οὐδαμῆ ἐθάρρει τὴν εἴσοδον. ὑποψίᾳ γὰρ πολλῇ εἰς τοὺς ἔνδον ἐχρῆτο μὴ προδοσίαν δήπου κατ' αὐτοῦ μεμελετηκότες εἴησαν. οἱ δὲ καὶ ὁμήρους τούτου δὴ ἕνεκα παρ' αὐτὸν ἔπεμψαν τήν τε ἀκρόπολιν Ῥωμαίοις κατ' ἐξουσίαν ἔδοσαν. ἀλλὰ ὀρρωδία τις καθάπαξ παραλαβοῦσα τὸν ἄνθρωπον ἐπὶ σκήψεις ἄλλοτε ἄλλας ἀναχωρεῖν ἐποίει, ἕως οἱ ἐπὶ τὴς πόλεως ἐννοησάμενοι μὴ ταῖς μακραῖς Ῥωμαίων ἀναβολαῖς παρὰ Κλιτζιεσθλὰν τῆς πόλεως ἁλούσης ἐς ἀπέχθειαν αἰῶνα τὸν πάντα δεσπότῃ ἐσομένῳ καθίσταιντο, τοῦ παρὰ σφίσιν ἄρχοντος οὐδὲν ξυνειδότος τοῖς εἰρημένοις ταύτην παρέδοσαν. ἤδη δὲ καὶ Μιχαὴλ ἄρας ἐκεῖθεν ἐπὶ γῆν τὴν Ῥωμαίων ἦλθεν, οὔτε τῶν ἐπὶ τῆς ἀκροπόλεως, ὥς μοι ἐρρήθη, Ῥωμαίων, οὔτε του τῶν ἄλλων λόγον πεποιημένος οὐδένα. καὶ τὰ μὲν Ἀμασείας πόλεως ἐν τῷδε ἐτελεύτα, βασιλεὺς δὲ