1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

60

γράμμα ὡς ἐκ βασιλέως δῆθεν ἄρτι πεμφθὲν ἐχείριζε τούτοις ἐξενεγκών. ἐδήλου δὲ τὸ γράμμα δυνάμεις ἐκ γῆς καὶ θαλάττης ἀμφὶ μέσην ἡμέραν αὐτοῖς ἥξειν. τῶν δὲ ἐπαρθέντων ἤδη πρὸς τὴν ἐλπίδα "ἀλλ' ηὐχόμην" ἔφη "ὦ συστρατιῶται, φθάσαντας ἁρπάσαι τὴν νίκην ἡμᾶς, ὡς μὴ αὐτοὶ τῶν εἰς δεῦρο καμάτων τὸ βάρος βαστάσαντες εἶτα τῶν ἐκ τῆς νίκης ἀγαθῶν καὶ τοῖς ὀψὲ πρὸς τὸν ἀγῶνα διαπαντῶσιν ἐπικοινωνεῖν ἕξομεν." ταῦτ' εἰπὼν ὁ στρατηγὸς ἐπειδὴ τὰς τῶν πολεμίων ναῦς ἔνδον ἤδη τοῦ λιμένος γεγενημένας εἶδεν, ἔργου λοιπὸν ἐκέλευεν ἅπτεσθαι. καὶ δὴ ναυμαχίας γενομένης Σικελοὶ πρὸς τὰς ἀπὸ γῆς καὶ θαλάσσης τῶν Ῥωμαίων οὐκ ἐνεγκόντες βολάς, ἀμφοτέρωθεν ἐπιτοξαζομένων αὐτῶν, πρύμναν ἐκρούσαντο. Ῥωμαῖοι δὲ ὀπίσω διώξαντες πολλοὺς αὐτῶν ἔκτειναν, τέτταρας δὲ καὶ αὐτάνδρους εἷλον τῇ χέρσῳ ἐνσχεθείσας. ἔτυχον γὰρ προπετέστερον ἢ ἐχρῆν τῆς εἰρεσίας γενομένης ἐπὶ τῆς ἀκτῆς ἱζῆσαι, στρατῷ ἠπειρώτῃ θήραμα ἑτοιμότατον. ἐν τούτῳ τῷ πόνῳ πλέον ἢ δισχίλιοι τῶν πολεμίων ἔπεσον, Ῥωμαίων δὲ πολλοῖς μὲν καὶ ἄλλοις ἀριστεῦσαι ἐγένετο, μάλιστα δὲ πάντων ἀνὴρ ἐγένετο ἀγαθὸς τῶν τις σὺν τῷ ∆ούκᾳ ταττομένων ἐπίκλησιν Σκαραμαγκᾶς. τῶν γὰρ πολεμίων φεύγειν ἤδη ἐπιβαλλομένων, αὐτὸς ἐπελάσας τὸν ἵππον πρυμνόθεν ἐλάβετο μιᾶς θέλουσάν τε ἀπαίρειν ἐπεῖχε σὺν βίᾳ, ἔργον ἐκείνου Κυνεγείρου τὸ πολυλάλητον ὁ γεννάδας πληρῶν. 164 ἀλλὰ πληγῆς ἐγκοπείσης αὐτῷ πρὸς τῶν ἔνδον, ἀπέσχετο μὲν ὑπ' ἀνάγκης, τὸν δὲ τῆς φυγῆς ὅμως ὑποτεμόμενος χρόνον πρὸς τῶν ἄλλων Ῥωμαίων ἐπιδραμόντων ἤδη ἁλῶναι ταύτην ἐποίησε. ταῦτα κατωρθωκότες Ῥωμαῖοι ἐπὶ Βρεντέσιον ἀνεχώρησαν, μηχανήν τέ τινα τεκτηνάμενοι, ἣν χελώνην καλεῖν ἔθος ἐστί, τῇ ἀκροπόλει προσῆγον. τοῦτο οἱ ἐπὶ τῶν τειχέων θεώμενοι πλατὺ ἐγέλων, οἰόμενοι ὅτι δὴ σπαράξειν οὕτω τὴν τειχοδομίαν διανοοῦνται, πρᾶγμα κομιδῇ ἀδύνατον ὄν. οὕτω γὰρ μεμύκασι πρὸς ἀλλήλους οἱ λίθοι, ὡς λίθον ἕνα τὸ ἅπαν ἐοικέναι τεῖχος. Ῥωμαῖοι δὲ ἐπειδὴ τοῖς τείχεσιν ἐπήλασαν τὸ μηχάνημα, νύκτωρ αὐτὸ ὑπερχόμενοι ὑπέσκαπτον τῶν κρηπιδωμάτων ἐγγὺς τόν τε χοῦν ἐκφοροῦντες ἐπὶ θάτερα ἐξῆγον, ἕως τοὺς ἐσχάτους παρελθόντες τῶν θεμελίων λίθους ἐπὶ τὸν ἔνερθεν κατηντήκασι χοῦν. τὸ δ' ἐντεῦθεν διελόντες αὐτὸν κενήν τινα χώραν ἐποίουν, ξυλώματά τε ὑποβαλόντες τινὰ τήν τε κοιλότητα ἐπλήρουν καὶ τὸ τῇδε τοῦ περιβόλου αἰωρεῖσθαι συμβαῖνον ὑπανεῖχον δι' αὐτῶν, ἕως τοὺς ἔνδον ἰσχυρογνωμονοῦντας ἔτι ὁρῶντες ὑπανῆκαν τῷ χώρῳ πῦρ. τὸ δὲ ταχὺ τὴν ὕλην διανεμησάμενον πρόρριζον εἰς τὴν γῆν τὸ τεῖχος κατέσπακε· συγκατήνεγκε δὲ καὶ τῶν ἐπὶ τῶν ἐπάλξεων πολλούς. ἀλλ' οἱ βάρβαροι ἐπὶ τὸ ἐνδοτέρω ἀναχωρήσαντες τεῖχος οὐδὲν ἧττον ἀντείχοντο.

12. Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν, ὁ δὲ βασιλεὺς στόλον νεῶν ἀγείρας ἅμα ἠπειρώτῃ στρατῷ εἰς τὴν Ἰταλίαν ἔπεμψεν, 165 ὧν Ἀλέξιος ἀμφοτέρων ἦρχεν ὁ βασιλέως Ἀλεξίου θυγατριδοῦς. μέγας τῷ τηνικάδε δοὺξ χρηματίζων. ἐπέσταλτο δὲ αὐτῷ πρὸς τοῦ βασιλέως καὶ ἑτέραν ἀθροίσαντι δύναμιν οὕτω δὴ Ἰταλίᾳ προσεσχηκέναι· ἀλλ' ἐκεῖνος οὐδὲν τούτων διαπεπραγμένος ἐπὶ Βρεντέσιον ἦλθε, τὸ μὲν πρὸς τὸν ἀπόπλουν οὕτω δεινὸν ὄντα πεφοβημένων τῶν πολλῶν, τὸ δὲ καὶ ὑποψίᾳ κινδύνων, οἳ πρὸς τῶν πολεμίων ἐπήρτηντο σφίσι. τὸ δ' ἐντεῦθεν ἀριδηλότερον ἤδη βασκαίνειν ἡ τύχη Ῥωμαίοις ἤρξατο. Ῥομπέρτος τε γάρ, ὃς αὐτοῖς ἄχρι καὶ τότε συνεμάχει, Γιλίελμον ἀκούσας δυνάμεσιν ἅμα βαρείαις ἥκειν, ὁρῶν δὲ καὶ Ῥωμαίους οὔπω ἔτι τὴν Βρεντεσίου παραστησαμένους ἀκρόπολιν, τοῦ συμμαχεῖν ἀπέσχετο, σκηψάμενος ὡς δυνάμεις ἀθροίσων ἄπεισι τοῦ ἐνταῦθα πόνου συλληψομένας αὐτῷ· καὶ οἱ ἐκ Μάρκας πόλεως ἱππεῖς διπλασίους κομίζεσθαι τοῦ λοιποῦ τὰς συντάξεις αἰτήσαντες, ἐπειδὴ μὴ ἐτύγχανον τοῦ σκοποῦ, ᾤχοντο ἀπιόντες. τοιαῦτα Γιλίελμος μαθὼν τὰς δυνάμεις ἀναλαβὼν εὐθὺ Ῥωμαίων ἐχώρει. τῶν δὲ βουλευομένων ὅπη τὸν πόλεμον τόνδε διοικεῖσθαι χρεών, τοῖς μὲν ἐπὶ Βᾶριν