1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

101

ἀνεκάθηρέ τε σὺν ἐπιμελείᾳ τοὺς ὀχετοὺς καὶ ἐπειδὴ τὰς παλαιτάτους στοάς, αἳ τὸ ὕδωρ ἐπὶ Βυζάντιον ἦγον, πάλαι πεπτωκυίας ἀνεγείρειν δύσεργόν τε καὶ χρόνου πολλοῦ δεόμενον ἔγνω, σκεψάμενος περί τινα χῶρον οὐ πολλῷ Βυζαντίου διέχοντα, ὃς Πέτρα κατωνόμασται, δεξαμενήν τινα ὑπόνομον ἐδομήσατο, ἥπερ βουνῶν ἑκατέρων ἐν κοιλότητι κατὰ μέσον ἱδρυμένη ἐπιμήκης στόμασι πολλοῖς ἐφ' ἑαυτὴν καὶ ὕδωρ ἐπιχάσκουσα δέχεται ὡς ἐκ μυρίων ὀχετῶν διὰ τῶν σχισμῶν σηράγγων ἐπ' αὐτὴν καταβαῖνον, ἡ δὲ διὰ τῶν ἐξ ἔθους αὖθις ὑπονόμων ἐπὶ τὴν πόλιν τοῦτο προΐησιν. οὗτος ὁ αὐτοκράτωρ καὶ ἔθος τι τῶν ἀτοπωτάτων μικροῦ καὶ εἰς νόμον τελέσαι δεῆσαν ἐκ μέσου τῆς Ῥωμαίων ἐποιήσατο πολιτείας. ὁποῖον δὲ τοῦτο ἦν ἤδη λέγωμεν. ἡ τοῦ ζῆν ἀπαραίτητος τοῖς ἀνθρώποις ἀνάγκη πολλά τε κατὰ τὸν βίον ἐκαινοτόμησεν ἄλλα καὶ δὴ καὶ μισθοῦ τὴν ἐλευθερίαν ἀποδόσθαι πολλοὺς ἀναγκάζει. θητεύουσι τοίνυν τοῖς ἐν ὑπεροχαῖς τε καὶ ἀξιώμασι καὶ τῶν εὖ γεγονότων, ἂν οὕτω τύχῃ, μὴ ὅτι ἀγελαῖοί τινες καὶ ὀχλικοί. ὁποῖον τοίνυν ἡ ἀνθρωπίνη κακὸν πλεονεξία; παραλαμβάνοντες τοὺς ἀθλίους οἱ τὴν σφῶν ἐωνημένοι δουλείαν ὅσα καὶ ἀργυρωνήτοις αὐτοῖς προσεφέροντο, καὶ ἦν τὸ τριώβολον ἴσως καταβαλλόμενον μίσθωμα ἐλευθέρων ἀνθρώπων ὠνὴ καὶ συμβόλαιον οὕτω κακοτυχές. ἀμέλει καὶ εἴ ποτε τῇ ἐκ τῆς θητείας ἀχθόμενοι ἐργασίᾳ ἀπωθεῖσθαι βουληθεῖεν αὐτήν, οἱ δὲ 276 καθάπερ δραπέτας συσχόντες αὐτοὺς καὶ δίκας ἐπετίθουν τῆς τόλμης. καὶ ἦν τότε κατὰ τὸ Αἰσώπου μυθάριον, ἐν ᾧ λέων ἐπὶ τοῦ σπηλαίου νοσεῖ καὶ ζῶα παρ' αὐτὸν εἴσεισιν, ἐλευθέρων μὲν εἰσιόντων ἀνθρώπων ἴχνη καὶ μάλα πολλά, ἐξιόντων γε μὴν ἐπὶ τῇ αὐτῇ ἥκιστα οὐδενός. τὸ μὲν δὴ ἔθος οὕτω δεινὸν ἦν, βασιλεὺς δὲ πρόρριζον ἀπὸ μέσης ἐξεσπακέναι τῆς πολιτείας αὐτὸ βουληθεὶς γράμμασι τὴν ἐλευθερίαν οἷς φύσει τὸ ἐλεύθερον ἐπεψήφιστο. ἐλευθέρων γὰρ ἄρχειν Ῥωμαίων, οὐμενοῦν ἀνδραπόδων αὐτὸς ἤθελεν. ὁ αὐτὸς ἔτει τῆς βασιλείας αὐτοῦ ιεʹ ἐψήφιστο τοῖς ἀνὰ τὸ Βυζάντιον ἱεροῖς σεμνείοις πολυπραγμοσύνην ἐπάγεσθαι οὐδ' ἡντιναοῦν ἐφ' αἷς ὅπου δήποτε κτήσεσιν ἔσχον. τὴν μέντοι δωρεὰν καὶ τόμῳ ἐστήριξεν, ὃν ἅτε χρυσῷ ἐνσεσημασμένον χρυσόβολλον ἔθος καλεῖν ἐστιν. ὅθεν οὐδένα μοναχῶν θυροκοποῦντα νῦν ἔστι δικαστήριον ἰδεῖν, ἅτε μηδὲ παρόντος ἐφ' ᾧ τις δημοσίου σφίσι δικάσαιτο. τοῦτο μὲν δὴ τοιοῦτον. νόμου δὲ πασῶν τὰς πλείστας ἀκυροῦντος τῶν ἡμερῶν, καθ' ἃς δηλονότι ἢ τῶν δεσποτικῶν τι Χριστιανοῖς τελοῖτο μυστηρίων ἢ γοῦν τῶν μεγάλων τινὸς ἄγοιτο μνήμη ἀνδρῶν, συνέβαινε τὰς ἐν τῇ πολιτείᾳ δίκας εἰς ἀπέραντον ἐξικνουμένας τυγχάνειν οὐδέποτε τελευτῆς. ἐντεῦθεν ἀνθρώπους εἶδον ἐγὼ δίκαις καταγηράσαντας, καὶ μέντοι καὶ ἐπαποθανόντας αὐταῖς. ἀλλὰ καὶ τοῦτο τὸ κακὸν θεσπίσματι νεαρῷ τῆς Ῥωμαίων ἀπελήλαται πολιτείας. λέγει γὰρ τὸ βασι 277 λέως διάταγμα μήτε τὰς ἑορτάδας παντάπασι κοινοῦσθαι τῶν ἡμερῶν, μήτ' αὐταῖς ἑκάστοτε ἀναβολαῖς δίκας ἐᾶν παρασύρεσθαι, ἀλλ' εἶναι μὲν ἐς τὸ παντελὲς ἀπειρολογίας ἀδέκτους δικανικῆς ἡμέρας ἐκείνας, καθ' ἅς τι θεὸς εὕρηται τοῖς ἀνθρωπίνοις εὐεργηκώς, τῶν δ' ἄλλων τὰς μὲν παντάπασι δικασίμους ἐκκεῖσθαι, τὰς δὲ πρωῒ μὲν ἀποκεκλεῖσθαι τοῖς δικολάβοις, δείλην δὲ ἅπασαν ἀνεῶχθαι καὶ ξυγχωρεῖν εἰσιέναι τοὺς θέλοντας. οὗτος καὶ τὸν ἐν Ἐφέσῳ παλαιοῦ τοῦ χρόνου κείμενον λίθον ἱερὸν μεγαλοπρεπῶς ἐς Βυζάντιον ἀγαγὼν τοῖς τῇδε λοιποῖς ἀπέδωκεν ἁγίοις. ὅστις δὲ ὁ λίθος οὗτος καὶ ὅθεν εἰς Ἐφεσίων ἦλθε τὴν γῆν, ὁ λόγος ἑξῆς διηγήσεται. τέλος ἤδη τὸ κατὰ τὸν σταυρὸν εἶχε τῷ σωτῆρι μυστήριον, καὶ παραλαβοῦσα τοῦτον ἡ μήτηρ ἀνέκλινέ τε ὕπτιον, ὡς νόμος, ἐπὶ τοῦ λίθου τοῦδε καὶ ἐπιπεσοῦσα βύθιον ἀνῴμωξεν ὁποῖα εἰκός, μυρομένης δὲ τὰ δάκρυα τῷ λίθῳ πελάζοντα ἔτι καὶ νῦν ἀναπόνιπτα μένουσι, πρᾶγμα τεράστιον οἷον. τοῦτον δὴ τὸν λίθον ἡ ἐκ Μαγδαλᾶ φασὶν ἀναλαβοῦσα Μαρία ἔπλει Ῥώμης εὐθὺ ἐφ' ᾧ καίσαρι ἐς ὄψιν ἐλθοῦσα Τιβερίῳ Πιλάτου καὶ