1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

5

οἶμαι οὔπω μέχρι καὶ τότε 14 κατεῖδον ἐξ ὅτου Ἡράκλειοι καὶ Ἰουστινιανοὶ τὴν Ῥωμαίων διεῖπονἀρχήν.

6. Ῥωμαίων οὖν ὁ δῆμος ἐν τούτοις ἦν. Τανισμὰν δὲ ὃς Καππαδοκίας ὑπὸ τοῦτον ἦρχε τὸν χρόνον Καστάμονα στρατεύματι περιλαβὼν ἐπολιόρκει. ἐπειδή τε βασιλεῖ ἐς τὸν πόλεμον ἤδη καθισταμένῳ τύχη τις ἐμποδὼν ἐγένετο (ἥ τε γὰρ ξύνοικος Εἰρήνη ἐξ ἀνθρώπων ἠφάνιστο, ὃ δὲ νόσῳ ἁλοὺς ἐς Βυζάντιον ἀνεκομίσθη), λιμῷ τὸ πρότερον αὐτὴν κατατρίψας εἶτα καὶ τειχομαχήσας εἷλεν. ὃ δὴ ξυνενεχθὲν μεγάλα τῆς βασιλέως καθίκετο ψυχῆς. ἐπειδὴ γοῦν τύχῃ τινὶ Τανισμὰν μεταξὺ τὸν βίον καταστρέψαντος Μαχούμετ ἐπὶ τῆς ἀρχῆς καταστὰς διάφορος τῷ φυλάρχῳ τῆς Ἰκονίου γένοιτο πόλεως, ὃν δὴ Σουλτὰν τῶν ἄλλων ὑπερτιθέντες ὀνομάζουσι Πέρσαι, πρέσβεις εἰς Ἰκόνιον στείλας, ἐπειδήπερ ἐς τὸ φίλιον αὐτῷ ξυνεγένετο, Ῥωμαίοις ξυμμαχήσειν κατὰ Μαχούμετ ἀνέπεισεν. ἧκε τοίνυν οὐκ ἐς μακρὰν τῶν παρ' αὐτῷ τις ἐπιφανῶν ἅμα στρατεύματι ὁμηρεύσων τε ἅμα καὶ τοῦ πολέμου συνεφαψόμενος. βασιλεὺς μὲν οὖν οὕτω ξὺν τοῖς εἰρημένοις ἐπὶ Γάγγραν ἐλθὼν πρὸ τοῦ ταύτης περιβόλου τὴν στρατοπεδείαν ἐπήξατο, ἐν παρασκευῇ ὢν ὡς ἐς νέωτα τειχομαχήσων. ἀλλὰ Μαχούμετ οὔκουν ἀξιόμαχον ἑαυτὸν βασιλεῖ ἐπιστάμενος δεῖν ἔγνωκε τὸν Σουλτὰν ἑταιρίσασθαι ἄλλως τε καὶ κατὰ γένος αὐτῷ προσήκοντα. καὶ τοίνυν τὰ διάφορα λύσαντες κατὰ Ῥωμαίων καὶ ἄμφω ξυνεπνευσάτην, οἵ τε ξύμμαχοι Πέρσαι μετάπεμπτοι πρὸς 15 τοῦ Σουλτὰν γεγονότες νυκτὸς ᾤχοντο φεύγοντες. γνοὺς οὖν τὴν ἐπιβουλὴν βασιλεὺς ἐν ἀθυμίᾳ πολλῇ ἦν καὶ βεβούλευται παρ' αὐτὰ ἐκεῖθεν ἀναζευγνύειν. ἀλλά τινες μοναχοὶ κατά τινα τύχην ἐνταῦθα παρόντες ἀπέλεγον πρὸς τὴν ἐγχείρησιν, μονονουχὶ θαρσεῖν αὐτῷ τὰ ἐπὶ τῆς Γάγγρας ἁλώσει διατεινόμενοι. οἷς ἀναπεισθεὶς τῇ ὑστεραίᾳ τῷ περιβόλῳ προσέβαλεν, ἐκεῖθεν δὲ ἀποκρουσθεὶς ἐπὶ Ῥυνδακηνὴν μετέβη, ἐνταῦθά τε παντὶ τῷ στρατῷ διεχείμαζεν. ἔνθα Ῥωμαίοις πολύν τινα διατρίβουσι χρόνον, ἐπειδὴ μὴ εἶχον ὅθεν χειμῶνος ἐσκομίσονται τὰ ἐπιτήδεια, ξυνέβαινεν ἤδη λιμῷ πιέζεσθαι. ἄρας τοίνυν ἐκεῖθεν ἐπὶ Καστάμονα ἦλθεν, ὁμολογίᾳ τε ταύτην ἑλὼν ἐπὶ Γάγγραν μετῆγε τὸ στράτευμα. Πέρσαι τοίνυν οἳ τὴν πόλιν κατεῖχον δυνάμεις ἐπὶ Ῥυνδακηνῆς ἀθροιζομένας καὶ πάλιν μεμαθηκότες, τὸ μὲν πρῶτον ὤκνουν βασιλεῖ τὴν πόλιν ἐνδοῦναι, ἐλπίσιν ἐπικουρίας εἰς τοῦτο φερόμενοι. ἐπεὶ δὲ αἱ μὲν εἰρημέναι δυνάμεις οὔπω ἔτι ἐς ταὐτὸν ξυνελθοῦσαι διελύοντο αὖθις (χειμῶνος γὰρ ὥρᾳ στρατεύειν ἀδύνατα εἶχον, καθάπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται), ὑπ' ἀνάγκης ἀπειρηκότες τὴν πόλιν αὐτῷ παρέδοσαν ἐπὶ ὁμολογίᾳ τοῦ αὐτούς τε καὶ τοὺς ὅσοι Τανισμὰν ἔτι περιόντος δορυάλωτοι Ῥωμαίοις ἐγένοντο ἀθώους τῆς Ῥωμαϊκῆς ἀπαλλάξαι χειρός. ἀλλὰ Πέρσαι ἀντὶ τῆς ἐν χερσὶν ἐλευθερίας αὐθαίρετον προελόμενοι δουλείαν εὐνοίας τε τῆς παρὰ βασιλέως ἔτυχον καὶ προσθήκη δυνάμεως οὐκ ἀγενὴς Ῥωμαίοις ἐγένοντο. 16

7. Τὸ δ' ἐντεῦθεν τὰ τῶν Ἰσαυρικῶν πολέμων ἀρχὴν Ῥω-μαίοις εὕρατο. Λεβούνης γὰρ ἀνὴρ Ἀρμένιος ἄλλας τε ὡς πλείστας τῶν Ῥωμαίοις κατηκόων πόλεις εἷλεν Ἰσαυρικὰς καὶ δὴ καὶ τὴν Σελεύκου πολιορκεῖν ἐπεβάλετο. ὃ πυθόμενος βασιλεὺς, τὰς δυνάμεις ἀγείρας τάχει πολλῷ ἐπ' ἐκεῖνον ἵετο. τούτου δὴ ἕνεκα βασιλεὺς ἐπὶ τὴν Κιλίκων ἐστέλλετο καὶ οὗπερ ἄρτι δηλώσω. Βαϊμούνδου ὃς Ἀντιοχέων ἦρχεν ἐξ ἀνθρώπων ἠφανισμένου, οἱ τῆς χώρας προὔχοντες ἐπὶ βασιλέα πέμψαντες ἔφασαν, ὡς εἴτε βουλομένῳ αὐτῷ εἴη θυγατέρα τὴν Βαϊμούνδου τῷ ὑστάτῳ τῶν παίδων ξυνοικεῖν τῷ Μανουήλ, αὐτίκα μετὰ κῆδος τὰ Ἀντιοχέων ὑπ' αὐτῷ πράγματα ἔσται. ἀλλ' οὔπω ἔφθη τῇ Κιλίκων αὐτὸς ἐπιβῆναι, καὶ τοῦ σκοποῦ μεταθέμενοι ἀντὶ φίλων τε καὶ ξυμμάχων πολεμιώτατοι τούτῳ κατέστησαν. οὐκ ἀξιομάχους γε μὴν ἑαυτοὺς τῇ Ῥωμαίων εἰδότες στρατιᾷ δεῖν ἔγνωσαν καὶ Λεβούνην σφίσιν ἐπιστήσασθαι. ἀμέλει καὶ τῆς φρουρᾶς τὸν ἄνθρωπον ἐξελόντες,