1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

45

πολιορκίᾳ παραστήσασθαι ἐπεχείρουν. Ῥαϊμοῦνδος τοίνυν ἑτοιμότατος εἴπερ τις εἰς τὰ πολέμια γεγονὼς πράγματα τούτων ἀκούσας σπουδῇ πολλῇ σὺν τῷ ἀμφ' αὐτὸν στρατεύματι ἐπὶ τὸ φρούριον ἦλθεν, οὐχ ὑπομεινάντων τε τῶν πολεμίων τὰ ἐπιτήδεια τῷ φρουρίῳ ἐσκομίσας ἐκεῖθεν ἀνεζεύγνυ. ἐπειδή τε ἀμφὶ δείλην ὀψίαν ἤδη ἦν, τῷ μὲν προσωτέρω ἔτι ἀπιέναι ἐδόκει, ἅτε χώρου τέως μηδαμῆ παρόντος, ἐφ' ᾧ καταλύειν αὐτοὺς ἀσφαλὲς ἦν. τοῖς μέντοι περὶ αὐτὸν καμάτῳ τῷ ἐκ τῆς ὁδοιπορίας πεπονηκόσιν ἤδη αὐτοῦ που σκηνοῦν ἤρεσκεν, χῶρόν τέ οἱ ὑπεδείκνυσαν μέρει μὲν τῷ πλείστῳ τέλμασι περιειλημμένον, τῷ δ' ἄλλῳ βουνοῖς εἰργασμένῳ καὶ ἀκρολοφίαις αἳ τῇδε ἀνεῖχον. ἀλλ' ὁ μὲν αὖθις ἰσχυρογνώμων ἦν καὶ δεδιέναι ἔλεγε μὴ ἐντεῦθεν, τὸν λόφον δεικνύς, νύκτωρ τῶν πολεμίων ἐπιθεμένων ἀδιεξίτητα ἡμῖν ἔσται, καὶ τὸ λοιπὸν ἅτε ἄρνες ἔνδον ἐνσηκασθέντες θνήσκοιμεν οὐδὲν ἀμύνεσθαι ἱκανοί. ἀλλὰ τῶν σὺν αὐτῷ τις ἰταμοὺς ἐς τὸν ἄνδρα ἀπερρίπτει λόγους καὶ δειλίας ταῦτα, οὔμενουν προμηθείας ἔλεγεν εἶναι. πρὸς ταῦτα θυμῷ Ῥαϊμοῦνδος ὑποβληθεὶς "οἶδα" εἶπεν "ὦ βέλτιστε, ὡς εἴ γε ἐντεῦθεν παρέλ 123 θοιμεν οὐ μήποτε ταῦτα ἐπεγκαλῶν ἡμῖν παύσαιο· ταύτῃ καὶ ἡμεῖς μέν, ἐπεί σοι δοκεῖ, ἐνταῦθα σκηνώσομεν, σὺ δὲ ὅρα μὴ οὐκ ἐπὶ τῶν ἔργων δεικνύναι ἣν ἄρτι οὐδὲν δέον ἐπηγγείλω γενναιότητα ἱκανὸς ἡμῖν ἔσῃ, πηνίκα πολεμίων στρατὸς ὅθεν αὐτὸς ἔφην ἡμῖν εἰσπεσὼν δεινὰ ἐργάζεται." Ῥαϊμοῦνδος μὲν τοσαῦτα εἰπὼν εἴσω τοῦ χώρου ἐγένετο, ἔνθα καθείρξεσθαι διηνεκὲς αὐτῷ ἔκειτο· Πέρσαι δὲ ἐπειδὴ πόρρω τῶν νυκτῶν ἦν ἤδη, ὅθεν εἴρηται αὐτοῖς ἐπιθέμενοι ἵππους τε καὶ αὐτοὺς ἔκτειναν, οὐδὲν οὔτε ἀμύνεσθαι οὔτε ἄλλως σώζεσθαι δεδυνημένους. ἀλλ' ὅπερ ἐλέγομεν, Ἰωάννης μὲν καῖσαρ ἐπὶ τοιούτοις εἰς Ἀντιόχειαν ᾔει, ὧν δὲ ἕνεκα ἦλθε δράσας οὐδὲν (ἅτε γὰρ ἔξωρον ὄντα οὐ σὺν ἡδονῇ Κωνστάντζα εἶδεν) ἐπὶ Βυζάντιον ἀνεχώρει, νόσου τε ἐνσκηψάσης αὐτῷ, ἐκείρατό τε τὴν κόμην καὶ μέλαιναν ἠμφίεστο.

15. Ἀνδρόνικος δὲ ἐπειδὴ τῆς Κιλίκων εἴσω ἐγενέτο γῆς, Τερόζου ἐπὶ Μοψουεστίας διατριβὴν ποιουμένου, πανστρατὶ εἰς πολιορκίαν καθίστατο. καὶ τάχα ἂν ἐξέδρασέ τι καὶ γενναῖον καὶ τὸν ἀποστάτην ἐν χερσὶ κατὰ πολλὴν ἐποιήσατο τὴν εὐπέτειαν, εἰ μὴ ῥᾳστώναις καὶ παιδιαῖς ἑαυτὸν ταῖς ἐπὶ σκηνῆς ἐδεδώκει οὕτω τε τὰ Ῥωμαίων ἔσφηλε πράγματα. Τερόζης γὰρ ἐπειδὴ τὴν Ἀν-δρονίκου ἔγνω μαλακίαν καὶ τῆς οὐδὲν δέον ἐπικαθιζούσης αὐτῷ ξυνῆκεν ἀσελγείας, νύκτα τηρήσας ἀσέληνον, καθ' ἣν ὑετίζειν ἔτυχεν ἄσχετα, πολλὰ τοῦ Μοψουεστίας τείχους διαλύσας μέρη ἀθρόον τε τὸ σὺν αὐτῷ ἅπαν ἐξαγαγὼν πλῆθος, προσέβαλέ τε 124 Ῥωμαίοις μηδὲν προειδόσι καὶ κατὰ κράτος ἐτρέψατο. Ἀνδρόνικος δὲ ὀψὲ τοῦ καιροῦ συναισθόμενος (ἐτύγχανε γάρ, καθάπερ ἔφην, ὀλιγωρίᾳ πολλῇ τινι κεχρημένος) ἵππον τε ἀνέβη καὶ σὺν τῷ δόρατι ἀπελαύνων ἔργα μὲν χειρὸς ἐπεδείξατο θαυμαστά (ὡς γὰρ πολλάκις ἔφην, τῶν τῆς γενναιότητος λόγων οὐδενὶ τῶν μεγάλων ὑπεχώρει), δρᾶσαι ὅμως δεδυνημένος οὐδὲν μόγις διαφυγὼν εἰς Ἀντιόχειαν ἦλθεν. ἐν ταύτῃ τῇ μάχῃ καὶ Θεόδωρος ὁ Κοντοστέφανος ἐς τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκων τὸν ἵππον τοξεύματι ἀποβαλὼν ὑπό του τῶν Ῥωμαίοις μισθαρνούντων τὴν κεφαλὴν ἀπηράχθη κατὰ ἔχθος τὸ πρὸς αὐτόν. λέγεται γὰρ ὡς ἐτύγχανε πολλῷ πρότερον ὁ Θεόδωρος τὸν κακοδαίμονα τοῦτον τῆς βασιλείου ἐπὶ κακῷ τῷ αὑτοῦ διωσάμενος αὐλῆς.

16. Ἃ μὲν ἐπὶ Κιλικίας κατ' ἐκεῖνον τὸν χρόνον ἐγένετο, τοιάδε τινὰ ἦσαν. Ἀνδρόνικος δὲ ἐξ Ἀντιόχου πόλεως ἐπὶ Βυζάν-τιον ἰὼν ἐν βασιλείοις καὶ πάλιν οὐδὲν ἧττον ἀπόβλεπτος ἦν παρρησίας τε παρὰ δόξαν ἀπέλαυε τῆς προτέρας. ἐλέγετο δὲ ὅτι λάθρα τοῦτον παραλαβὼν βασιλεὺς πικρότατα ἐλοιδορήσατο, ὀλιγωρίαν τε περὶ τὰ στρατιωτικὰ τῷ ἀνθρώπῳ ἐπικαλῶν καὶ τὰς παρακαιρίους αὐτῷ προσονειδίζων ἀνέσεις· ἔν γε μὴν τῷ ἐμφανεῖ λαμπρῶς αὐτὸν ἐδωρεῖτο καὶ