1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

9

ὑμὴν δέ τις λεπτός, ὃν ἐκδηρὰν οἱ πολλοὶ ἰδιωτικῶς ὀνομάζουσι, προσήγετο δῆθεν συνάξων τὸ διεστηκὸς καὶ συνουλώσων τὸ τραῦμα, ὡς μὴ φλεγμῆναν ὀδύνας ἐγείρῃ. ἀλλ' ἦν ἐκεῖνο τῆς εἰσέπειτα φλεγμονῆς αἴτιον. τὸν γὰρ τῆς ἀκίδος ἰὸν ἔνδον τῇ στυφότητι ἐναπολαβὸν ἐπὶ τὸ ἄλλο μετέφερε σῶμα. ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δὲ μηδεμίαν ἔτι ὀδύνης συναίσθησιν 25 ἔχοντι τράπεζά τε αὐτῷ παρετίθετο, καὶ ἡ κλίνη τοῦτον εἶχεν ὡς ἀριστήσοντα. προβαίνοντος δὲ τοῦ ἀρίστου παῖδες ἰατρῶν ἐνταῦθα περιεστηκότες ὡς τὸ ἐπίθεμα εἶδον, ἐπυνθάνοντό τε τὴν τοῦ τραύματος αἰτίαν καὶ μαθόντες τῇ τε τραπέζῃ ἐπεμέμφοντο καὶ ἠξίουν αὐτίκα τῆς χειρὸς ἀπεῶσθαι τοῦτο· ὃ δὲ προσφῦναί τε τὸ τραῦμα ἐνταῦθα διετείνετο καὶ τοῦ λοιποῦ μηδὲν ὄγκου καὶ φλεγμονῆς πέρι δεινὸν ὑφορᾶσθαι. ἀλλ' ἄρτι πρὸς ὕπνον κατέδαρθεν ἀριστήσας, καὶ ὀδύναι δριμεῖαι ἀνέβαινον αἴφνης καὶ ὄγκος ἀνίστατο τῆς χειρός. συνῄει τε πᾶς ὁ τῶν ἰατρῶν κύκλος καὶ ἀγὼν προὔκειτο περὶ τοῦ πρακτέου. τοῖς μὲν οὖν τέμνειν ἐδόκει τὸν ὄγκον, τοὺς δὲ τὸ ἀπέπαντον ἐδυσώπει καὶ ἄλλως μαλάσσεσθαι τοῦτο προὐτρέποντο. ἀλλ' ἔδει γὰρ ὡς ἔοικε γενέσθαι κακῶς, ἐκράτει τῆς χειρουργίας ἡ ψῆφος. τμηθέντος γοῦν ὄγκος ἀνέβαινε μείζων, καὶ ἡ χεὶρ ὠργανοῦτο. καὶ ὁ βασιλεὺς ἐλπίσιν ἤδη θανάτου τὴν ψυχὴν κατασείεσθαι ἤρχετο, καὶ μάλισθ' ὅτι μηδὲ πέρατι τὸν σκοπὸν ἔδωκε, ὃν περὶ τῆς ἐς Παλαιστίνην ἐπιδημίας πάλαι ὠδινήσας ἔφθη. οὗ δὴ ἕνεκα καὶ εἴκοσι ταλάντων ἀπὸ χρυσοῦ λυχνίαν εἰργασμένος ἔτυχεν, ἀνάθημα τῷ τῇδε ναῷ κατασκευαζόμενος. ἐπειδὴ γοῦν ἐν ἀμηχάνοις ἦν, μοναχόν τινα ἐκ Παμφυλίας ἄνδρα μεταπεμψάμενος ἱερὸν παννύχῳ δεήσει τὸ θεῖον ἱλάσκεσθαι ἠξίου. τὸν δὲ τῇ δεήσει προσεσχηκότα φωνῶν ἀκοῦσαι λέγεται ᾀδόντων τινῶν. ὡράθη ὁ λυχνὸς μετηρμέ 26 νος καὶ θεῖος νεανίας καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. τοῦτο μὲν δὴ τοιοῦτον· βασιλεὺς δὲ αἰσθόμενος ἤδη ἐν κακοῖς ἑαυτοῦ γεγονότος παρεῖναι τοὺς ἐν τέλει κελεύσας καὶ ὅσον ἐν μεγιστᾶσι καὶ στρατηγοῖς καὶ ἄλλως ἀπόβλεπτον ἦν, ἔλεξε τοιάδε. "ἄνδρες Ῥωμαῖοι ὅσοι ἐπὶ ταυτηνὶ ξυνελέγητέ μοι τὴν ἀκρόασιν, ὡς μὲν πολλοῖς ἤδη καὶ ἄλλοις τῶν παρ' ἡμῖν βασιλεῦσιν ἐπὶ τοὺς παῖδας τοὺς αὐτῶν ὥσπερ τινὰ κλῆρον πατρῷον τὴν ἡγεμονίαν διαβιβάζειν ἔδοξεν, αὐτὸς δὲ οἶδα πρὸς πατρὸς βασιλέως τήνδε παραλαβὼν τὴν ἀρχήν, καὶ ὑμῶν δὲ ἑκάστῳ ταὐτά μοι περὶ τούτου γινώσκειν ξυμβαίνει. ταύτῃ ἄρα καὶ οἴεσθ' ἐμὲ ἴσως ἐς πέρατα τῆς παρούσης ὡς ὁρᾶτε ἀφιγμένον ζωῆς παίδοιν ἐμοὶ ἀπολελειμμένοιν δυεῖν ἐπὶ τὸν χρόνῳ προήκοντα, ὥσπερ ἀνθρώποις νόμος ἐστίν, ἀρχὴν τήνδε καὶ θρόνον μεταγαγεῖν. ἐμοὶ δὲ τοσοῦτον ἐμέλησεν ὑμῶν, ὡς εἰ μηδετέρῳ τοῖν εἰρημένοιν τὸ χρῆμα τοῦτο προσῆκεν ἐξ ἀρετῆς, εἱλόμην γε ἂν ὅσπερ ἂν ἐμοί τε καὶ ὑμῖν οὐκ ἄπο γνώμης εἶναι φανείη. ξυνοίσει γὰρ οἶμαι οὐδὲν οὔτε τῷ δόντι οὔτε τῷ δεξαμένῳ, ἐπειδὰν ἀμαθίᾳ κυβερνήτης τὴν ναῦν καταδύῃ, εἰ μὴ καὶ μᾶλλον προσαπολεῖται τῷ δώρῳ καὶ κατερεῖ τοῦ δεδωκότος οὐκ ἀγαθά. ἀπειροκαλίαν μὲν οὖν καὶ τοῦ δωρεῖσθαι ἀμαθίαν καὶ ξυνόλως οὐδὲν οἶμαι ὑγιές. οὕτω μὲν δὴ γνώμης αὐτὸς περὶ ὑμᾶς ἔχω. τεκμήριον δέ· καὶ γὰρ ἐπὶ ξυμφέροντι τῷ ὑμῶν δεῆσαν τάχα καὶ φύσιν ἀδικήσων ἰδοὺ πάρειμι. παῖδέ μοι ἄμφω καλώ, ἅτερος δ' αὐτοῖν καὶ χρόνῳ 27 προάγει. ἀλλ' ἡ γνώμη τὸ πρεσβεῖον ἀποσεισαμένη τὸ βέλτιον ἰχνηλατεῖ καὶ πείθει ἀρετὴν ἀρετῇ παραβάλλοντα. δυσχερὲς δὴ τοῦτο τῶν ἁπάντων ἀγώνισμα τὴν κρείττω πειρᾶσθαι λαβεῖν. ἐπεὶ καὶ χρὴ τῷ βελτίστῳ προσνεῖμαι τὸ βέλτιον (βασιλείας δὲ τί ἄν τις θεῖτο σεμνότερον ἕτερον;) βουλοίμην μεντἄν, ἄνδρες συστρατιῶται, τῷ χρόνου πρεσβείῳ καὶ τὸ ἐξ ἀρετῆς μᾶλλον προσεῖναι ἐντελές. ἀλλ' ἥ γε ψῆφος ἐπὶ τὸν τελευταῖον ὁρᾷ, καὶ ὁ βασιλείας κανὼν τῷ ἐσχάτῳ μᾶλλον προσφύεται. καὶ οὐ δήπου ὀφθαλμίαν ἐμοὶ τὴν ἐξ εὐνοίας δεδιέναι ἔπεισι. παῖδε γὰρ ἄμφω καὶ φίλω πάντως ἀπὸ ταὐτοῦ, καὶ τοῦτό γε τὸ μέρος οὐδὲν ἅτερος προήκει. ψῆφον μὲν δὴ τὴν ἐπ' ἀμφοῖν ἐμοὶ καὶ μᾶλλον διὰ ταῦτα ἤπερ ὑμῖν πιστευτέον αὐτοῖς. ἐκεῖνο δὲ κοινῇ καὶ μάλιστα