1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

54

ὀνομάζειν ἔθος ἐστίν. ἐβούλετο δὲ αὐτοῖς ἡ πρεσβεία ἢ ἄμφω ἢ τὸν ἕνα αὐτῶν ἐπὶ Ῥώμην ἐλθεῖν, περὶ μεγάλων τῷ ἀρχιερεῖ κοινωνησόμενον. ἤδη γὰρ (ἔφασαν) δυνάμεις ὡς πλείστας αὐτὸς ἠθροικὼς Ῥωμαίοις συμμαχήσειν ἐν παρασκευῇ γέγονεν. οἱ δὲ Ῥωμαίων στρατηγοὶ πρὸς μὲν τοῦτο γράμμασιν ἀπείπαντο, Βασιλάκιον δέ τινα ἐς τοὺς 147 βασιλέως τελέσαντα ὑπογραμματεῖς, τότε δὲ σφίσιν ἑπόμενον καὶ αὐτόν, σὺν χρυσίῳ ἐφ' ᾧ ἱππέας ἐκεῖθεν μισθοῦ ἀγαγεῖν ἔστελλον. οἱ δὲ ἐπὶ τὸν κατὰ Μονοπόλεως συνεσκευάζοντο πόλεμον. Μονοπολῖται τοίνυν Ῥωμαίοις ἀπεναντίας ἰέναι οὐκ ἀποθαρσοῦντες ῥητόν τινα χρόνον ἐνδοθῆναι αὑτοῖς ἠξίουν, οὗ ἔνδον εἰ μὴ ἐπικουρία τις ὅθεν δήποτε αὐτοῖς γένηται, τὴν πόλιν ἀμαχητὶ ἐγχειριεῖν. ἐγίνετο δὴ ταῦτα, καὶ σελήνης ἡμέραι ἐκεχειρία Μονοπολίταις ἐδίδοτο.

6. Καὶ οἱ μὲν πρὸς τούτοις ἦσαν. Βασαβίλας δέ, στρατευμάτων ἤδη Σικελικῶν ἐπιθεμένων αὐτῷ, γράμμασι τοὺς Ῥωμαίων μετέπεμπε στρατηγοὺς θᾶττον ἐπικουρήσειν αὐτῷ. τῶν δὲ μὴ προσχόντων οἷς ᾐτεῖτο, αὖθις ἐκεῖνος πέμψας ἠξίου περὶ τῶν αὐτῶν. Ῥωμαῖοι τοίνυν τὸ μὲν πρῶτον ἀπέλεγον, οὐκ ἐφ' ᾧ Βασαβίλᾳ συμμαχήσειν ἐκ βασιλέως ἐνταῦθα ἥκειν εἰπόντες (οὐδὲ μὴν ταῦτα τὰς μεταξὺ Βασαβίλα καὶ αὐτῶν βούλεσθαι ὁμολογίας), ἀλλ' ὡς ἂν δηλονότι βασιλεῖ Ἰταλίαν ταύτην πρὸς αὐτοῦ συμμαχούμενοι κατακτήσαιντο. οἱ μὲν οὕτω Βασαβίλᾳ ἠμείψαντο. ὁ δὲ οὐδὲν ἧττον τοὺς ἄνδρας ἤπειγεν ἐσχάτοις λέγων περιειλῆφθαι κακοῖς. σκεψάμενοι τοίνυν ἐκ Βάρεως εἰς πόλιν Βουτούταν ἦλθον, ἡμέρας ὁδὸν ἀνδρὶ ὁπλοφοροῦντι διέχουσαν. ἐπεὶ δὲ φήμη τις ἐκράτει πρότερον, ὡς Βασαβίλας Ῥιτζάρδῳ ἔτι περιόντι προδοῦναι Ῥωμαίους σκέπτοιτο, δεῖν ἔγνωσαν καὶ δευτέροις αὐτὸν ὅρκοις Ῥωμαῖοι καταλαβεῖν, οὗ γεγονότος οὐκέτι λοιπὸν ὑποψίᾳ 148 ἐς αὐτὸν ἐχρῶντο οὐδεμιᾷ. ἐν τούτῳ δὲ ὁ βασιλεὺς στόλον, Μασαγετῶν τε καὶ Γερμανῶν ἱππέων καὶ δὴ καὶ Ῥωμαίων αὐτὸν ἐμπλησάμενος, εἰς Ἰταλίαν ἔπεμψεν. ἦρχε δὲ Μασαγετῶν μὲν Ἰωαννάκιος ὃν Κριτόπλην ἐπεκάλουν, Γερμανῶν δὲ Ἀλέξανδρος, Λογγιβάρδος μὲν τὸ γένος λίαν δὲ εὐνοϊκῶς ἔχων ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα. πᾶσι μέντοι Ἰωάννης ἐφεστήκει ἐπίκλησιν Ἄγγελος. ταῦτα μαθὼν ὁ Γιλιέλμου στράταρχος καὶ ὡς ὁ Ῥωμαίων στρατὸς ἔπεισι κατ' αὐτοῦ Ἄντρον τε πολιορκοῦν-τες καὶ χωρία τὰ τῇδε προνομεύοντες, ἐκεῖθεν ἐπὶ πόλιν Μαλφέτον ἀσφαλείας ἱκανῶς ἔχουσαν παντὶ τῷ στρατῷ ἦλθε. Ῥωμαῖοι δὲ Βόσκον φρούριον Ῥιτζάρδῳ μὲν ἐκείνῳ κατήκοον ὀχυρὸν δὲ εἴπερ τι καὶ ἄλλως δυσπρόσοδον ὂν καταστρέψαι διενοήθησαν. ἔνθα ἐκεῖνος ὑπὸ τῆς ἄγαν φιλοτιμίας καὶ ζώων γένη παντοδαπὰ ἔτρεφεν ἰδιαζούσαις ἐν διατριβαῖς, ἄπονόν τινα θήραν ὁπότε βούλοιτο αὐτῷ παρεχόμενα. ὀλίγους τοίνυν τῶν περὶ αὐτὸν ἐπαγόμενος ὁ ∆ούκας ἦλθε περισκοπήσων αὐτό. ἐπειδὴ δὲ ἐγγὺς ἐγένετο, θαρσήσαντες οἱ ἔνδον ἐπεξῄεσαν, εἰς μέσους τε ἐμπεπτωκότες τέτρασι μὲν αὐτὸν ἐζημίωσαν, ἔπεσον δὲ καὶ αὐτῶν δύο. καὶ ἡ συμβολὴ ἀπὸ χειρὸς ἤδη μᾶλλον ἐγίνετο. ἀλλ' ἐπισυστάντες Ῥωμαῖοι τῇ σφετέρᾳ ἀρετῇ τοὺς πολεμίους ἀπεώσαντο. ἐν τούτῳ τῷ πόνῳ ἄλλοι τε πλεῖστοι Ῥωμαίων ἄνδρες γεγόνασιν ἀγαθοὶ καὶ δύο Μασαγετῶν. ἡ μὲν δὴ ξυμβολὴ ἐνταῦθα ἐλύετο. ὁ δὲ ∆ούκας, ἐπειδὴ καὶ τὸ ἄλλο στράτευμα ἦλθε, τότε μὲν χάρακα πηξάμενος 149 ηὐλίζετο, ὄρθρου δὲ ταξάμενος ἐχώρει κατὰ φάλαγγας. προσβολῆς τοίνυν γενομένης Ῥωμαῖοι μὲν βέλεσι καὶ βολαῖς ταῖς ἐκ τῶν πετροβόλων τοὺς ἔνδον ἐβιάζοντο· οἱ δὲ ἐκ τῶν ἐπάλξεων ἠμύνοντο καρτερώτατα. ἐνταῦθα γίνεταί τι θαυμάσιον οἷον. δύο γάρ τινες τῶν τοῦ ∆ούκα δορυφόρων, ἐπεὶ λίθοις αἰκιζόμενον ἀνένδοτον εἶναι τὸ φρούριον κατενόουν, ἀσπίσι τὰς κεφαλὰς καλυψάμενοι δᾷδάς τε χερσὶ ταῖς ἑτέραις ἔχοντες ἐπὶ τὰς πύλας ἐχώρουν ὡς ἐμπρήσοντες αὐτάς. ἀλλὰ τῆς ὕλης οὐκ εὐπρήστου παρούσης ἄπρακτοι ἐκεῖθεν ἀνεχώρησαν, παραδόξως τὰς ἐκ τοῦ τείχους χαλαζηδὸν ἐπ' αὐτοὺς πεμπομένας ἐκπεφευγότες βολάς. τότε μὲν οὖν Ῥωμαῖοι τῆς μάχης ἄχρι καὶ ἐς δύοντα κατατεινάσης ἥλιον, ἐπειδὴ μηδὲν ἤνυον, ἐπὶ