1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

43

οὐκέτι κατέχειν 117 ἑαυτὸν οἷός τε ἐγένετο, ὡς μὴ πρότερον ἀφικόμενον τὸ Οὐννικὸν φεύγουσιν ἐπιθέσθαι δόξειε Ῥωμαίοις. ταξάμενος τοίνυν ἐχώρει παλίμπους. ὡς δὲ ὁ ῥὴξ μὲν οὐ παρῆν, Βέλοσις δὲ ὁ τὰ πρῶτα παρ' ἐκείνῳ φέρων (Μπάνον ταύτην καλοῦσιν Οὖννοι τὴν ἀρχὴν) οὐ μακρὰν εἶναι ἠγγέλλετο, σπουδῇ ἐπ' ἐκεῖνον ἐφέρετο. ἐπειδή τε συνεσκόταζεν ἤδη, τοῦ ἵππου ἀποβὰς αὐτός τε ἐπὶ τῆς ἀσπίδος ὑπτίου πρὸς τοῖς ὅπλοις ὕπνωσε τοῖς αὐτοῦ καὶ τὸ στράτευμα ἐπὶ τοῖς αὐτοῖς ξυνδιήγαγεν ἅπαν. τῇ δ' ὑστεραίᾳ Βέλοσις μὲν ἐπιόντα βασιλέα πυθόμενος ᾤχετο πανστρατὶ σκήψεις τινὰς οὐχ ὑγιεῖς ἀναπλάσας. πρόφασιν γὰρ τοῦ φεύγειν ἐκποριζόμενος μεμηνῦσθαι αὐτῷ πρὸς τοῦ ῥηγὸς ἔφασκε τῆς προκειμέγης ἀποκλίνοντι ὡς ἐπὶ Βρανιτζόβαν πόλιν ἰέναι, ὅπως ἐντεῦθεν μᾶλλον Ῥωμαίοις ἰέναι ἐλθεῖν αὐτὸν γένοιτο. βασιλεὺς δὲ τοῦ καὶ εἰσέτι διώκειν ἀποσχόμενος ἐπὶ τὸν ποταμὸν ἐλθὼν ἐπεραιοῦτο, ἐν Βρανιτζόβῃ τε γεγονὼς ἐνταῦθα ηὐλίζετο. ὀλίγῳ δὲ ὕστερον καὶ κατ' ἄλλο που τῆς Οὐννικῆς μέρος, οὗ δὴ τὸ ὄρος ἐστὶν ὃ Τεμίσης πρὸς τῶν ἐγχωρίων ὠνόμασται, προνομεῦσαι διανοηθεὶς Βορίσην ἅμα στρατεύματι ἔπεμπεν, ὃς καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ἐλέγετο τῷ Ἰατζᾷ φυῆναι σπερμάτων κατὰ διένεξιν δέ τινα ἐς βασιλέα Ἰωάννην φυγὰς ἔτυχε πολλῷ πρότερον ἐλθών. ὁ δὲ τιμῆς τε μετέδωκεν ἱκανῶς καὶ κῆδος ξυγγενοῦς τινος ξυνῆψε κόρης αὐτῷ. οὗτος δὲ ὁ Βορίσης πρὸς τῷ χώρῳ γενόμενος περιῄει τὰς τῇδε κωμοπόλεις ἀναστατῶν, πλήθεσί τε κατοίκων μονονουχὶ στενοχωρουμένας καὶ παν 118 τοίοις περιβριθεῖς οὔσας καλοῖς. ὅτε δὴ καὶ φάλαγξι τρισὶν Οὐννικαῖς εἰς χεῖρας ἐλθὼν ἐτρέψατό τε κατὰ κράτος αὐτὸν βασιλέα παρεῖναι οἰηθείσας, καὶ βαρὺς ταῖς ὠφελείαις ἐκεῖθεν ἀναστρέψας εἰς τὸ Ῥωμαίων ἦλθε στρατόπεδον. ὁ δὲ ῥὴξ γνοὺς ὡς Βορίσης ταῦτα οὐ βασιλεὺς Ῥωμαίων εἰργασμένος ἔτυχε Παιονίαν τὰ δεινά, θυμομαχήσας ὀπίσω ἐδίωκεν. οὐ μὴν καὶ ἐδυνήθη Βορίσῃ συμμίξαι ἤδη νυκτὸς ὑπὸ λαμπάσι περαιωσαμένῳ, ἃς πολλὰς ἐκ τοῦ στρατοπέδου βασιλεὺς ὑπανῆψεν αὐτῷ. ὅτε καὶ δύο τῶν ἐκ τοῦ πεζῶν καταλόγου ἐπὶ τῆς ἀντιπέρας ἔτι λειφθέντες ὄχθης τῶν Οὔννων ἀφικομένων τὰς τῇδε ὑπελθόντες λόχμας λαθεῖν ἴσχυσαν. ταῦτα κατωρθωκὼς βασιλεὺς πόλεις τε τὰς Παριστρίους ὡς ἐνῆν κρατυνάμενος ἐνταῦθα διατριβὴν ἐποιεῖτο, σκεπτόμενος τὸν Ἴστρον τε αὖθις διαβῆναι καὶ τῷ ῥηγὶ συμπλακήσεσθαι περὶ θατέραν τοῦ Ἴστρου ὄχθην ἐνστρατοπεδευομένῳ καὶ αὐτῷ. ὅπερ ἐκεῖνος μαθών, πρὸς τὴν ἀπὸ τῆς τύχης ἀποδειλιάσας ἔκβασιν, μὴ καὶ ἐν τούτῳ δυστυχήσαντος πανωλεθρίᾳ λοιπὸν τὸ Οὐννικὸν ἐκτριβῇ, ἐς βασιλέα πέμψας εἰρηναῖα διελέξατο, τοῦ λοιποῦ τε βασιλεὺς ἐς Βυζάντιον ἦλθεν ὑπὸ θριάμβῳ τε πομπεύσας λαμπρὰ θεῷ τὰ χαριστήρια ἔθυσεν. ὑπὸ τοῦτον τὸν χρόνον καὶ θυγάτριον αὐτῷ πρώτως ἄρτι ἐκ τῆς Αὐγούστης ἐτέχθη Εἰρήνης κάλλει διενεγκὸν Μαρία τε ὠνομάσθη καὶ βασιλὶς ἀνεβοήθη.

12. Ῥωμαῖοι μὲν ἐν τούτοις ἦσαν. Ῥογερίου δὲ τοῦ Σι-κελῶν τυράννου τὸ ζῆν καταστρέψαντος, Γιλίελμος ὁ ἐκείνου παῖς 119 τὴν ἡγεμονίαν παραλαβὼν πολλά τε ξυνειδὼς ἐς τὴν Ῥωμαίων ἀρχὴν τῷ πατρὶ διημαρτημένα, δεῖν ἔγνω πρέσβεις ἐς βασιλέα πέμψαι οὕτω τε τὰ διάφορα λῦσαι. ἧκον οὖν ἄνδρες ἐπίσκοπον ἕκαστος περικείμενος ἀρχήν. ἦν δὲ ὁ τῆς πρεσβείας νοῦς τοιοῦτος. χρήματα μὲν καὶ σώματα ὁπόσα Ῥογέριος Εὐβοίας τε καὶ Θηβῶν τῶν ἐν Ἑλλάδι πόλεώς τε Κορίνθου, καθάπερ μοι δεδιήγηται, ναυσὶ περιαρπασάμενος ἔτυχε, ταῦτα δὲ πάντα ἀποδοῦναι ἀπηγγέλλετο, βασιλεῖ δὲ πάντα ὅσα βουλομένῳ ἔσται ὑπηρετήσειν ἄσμενος ὡμολόγει. ἀλλὰ βασιλεὺς τοὺς πρέσβεις μὲν ἀπεπέμψατο, στόλον δὲ νεῶν ἀγείρας στρατόν τε ἐμβιβάσας αὐτῷ, στρατηγοῦντι Κωνσταντίνῳ ὃν Ἄγγελον ἐπεκάλουν θεῖον αὐτῷ γεγονότα, ἐκέλευε περί που τὴν Λακωνικὴν προσεσχηκότα ἐνταῦθα καὶ τὸ λοιπὸν τοῦ στόλου ὅσον οὐδέπω ἀφιξόμενον περιμεῖναι μέρος. ὁ μὲν οὖν ἄρας ἐκ Βυζαντίου πνεύματός τε ἐπιφόρου τυχὼν ἀκρωτηρίῳ τῆς Λακωνικῆς προσέσχεν, ὃ