1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

46

ὑπὲρ τοὺς ἄλλους ἐτίμα. ἀμέλει καὶ τότε Ναϊσοῦ τε καὶ Βρανιτζόβης προκεχείριστο δοῦκα, προσέτι καὶ Καστορίαν αὐτῷ ἔδωκεν. ἀλλ' ἐκεῖνος εἰ μὲν καὶ ἀρχῆθεν ἀποστασίαν ὤδινε καὶ ταύτην παρ' ἑαυτῷ τὴν ἐπιθυμίαν εἶχεν, οὐκ ἔχω ἰσχυ 125 ρίσασθαι· ἐξ ὅτου γε μὴν τὸ δυσμενὲς αὐτῷ κατεφάνη, ἐντεῦθεν ἑλὼν διηγήσομαι. βασιλεῖ Μανουὴλ ἄρτι τὴν βασιλείαν παραλαβόντι ἐπιμελὲς ἐγένετο μάλιστα ὅπως ἂν Ῥωμαῖοι ἐπὶ τὸ βέλτιον τοῦ λοιποῦ τὴν ὅπλισιν μεταβάλοιεν. ὅθεν καὶ ἀσπίσι κυκλοτερέσι φράγνυσθαι εἰθισμένον αὐτοῖς πρότερον φαρετροφορεῖν τε τὰ πλεῖστα καὶ τόξοις τὰς μάχας διαφέρειν, ὃ δὲ ταύτας μὲν ποδήρεις προβεβλῆσθαι αὐτοὺς ἐδιδάξατο, δόρατα δὲ κραδαίνειν μακρὰ καὶ ἱπποσύνῃ δεξιώτατα χρῆσθαι ἠσκήσατο. τὰς γὰρ ἐκ τῶν πολέμων ἀνέσεις πολέμων αὐτὸς ποιεῖσθαι θέλων παρασκευάς, ἱππεύεσθαι εἰώθει τὰ πολλὰ σχῆμά τε πολέμου πεποιημένος παρατάξεις τινὰς ἀντιμετώπους ἀλλήλαις ἵστα. οὕτω τε δόρασιν ἐπελαύνοντες αὐτοξύλοις κίνησιν ἐγυμνάζοντο τὴν ἐν τοῖς ὅπλοις. τοίνυν καὶ ἐν βραχεῖ Ῥωμαῖος ἀνὴρ τὴν Γερμανῶν καὶ Ἰταλῶν ὑπερῆρεν αἰχμήν. οὐ μὴν οὐδὲ αὐτὸς βασιλεὺς τῶν ἀγώνων τούτων ἀπῆν, ἀλλ' ἐν τοῖς πρώτοις ἐτάττετο δόρυ κραδαίνων μήκει καὶ μεγέθει οὐδενὶ ξυμβλητόν. πρὸς γὰρ τοῖς εἰρημένοις καὶ ὑπερφυές τι χρῆμα ἐξῆπτο σημαίας, ἣν ἅτε μέρεσι διῃρημένην ὀκτὼ ὀκτώποδα καλεῖν ἔθος ἐστίν. ὃ δὴ καὶ Ῥαϊμοῦνδόν φασιν ἐκεῖνον θαυμάσαντα ἄνδρα κατὰ τοὺς θρυλλουμένους Ἡρακλεῖς, ὁπηνίκα ἐς Βυζάντιον ἦλθε, τέχνην τέ τινα τὸ πρᾶγμα εἶναι νομίσαι καὶ προσιόντα βασιλεῖ αὐτό τε τὸ δόρυ καὶ τὴν ἀσπίδα αἰτῆσαι, λαβόντα τε ἐπειδὴ τἀληθὲς ἔγνω, σὺν ἐκπλήξει τὸν σκοπὸν ἀνειπεῖν. 126

17. Τοῦτον δὴ τὸν ἀγῶνα πρὸς Ἡρακλείᾳ ποτὲ τῇ Μυσῶν γυμναζομένου βασιλέως, τετύχηκε τὸν Ἀνδρονίκου τοῦ σεβαστοκράτορος παῖδα Ἰωάννην, περικαλλῆ τινα νεανίαν καὶ ἀγαλματίαν, ἄντικρυς Ἰταλικοῦ τινος δόρατος προσβολῇ θάτερον πηρωθῆναι τοῖν ὀφθαλμοῖν. ὅθεν καὶ παραμυθεῖσθαι αὐτῷ τὸ δυστύχημα θέλων πρωτοβεστίαρχόν τε προὐβέβλητο καὶ ἐς τὸ τῶν πρωτοσεβάστων ἀνεβίβασεν ἀξίωμα. τοῦτο, φασί, μεγάλα τῆς Ἀνδρονίκου καθίκετο ψυχῆς. ὠδίνων τοίνυν ἐξ ἐκείνου καὶ δολώσεις ἀεὶ ἐπινοῶν, ὁπότε μὲν προσεχῶς ἐπὶ τῆς Κιλίκων ἐστράτευε γῆς, ῥῆγά τε τὸν Παλαιστίνης καὶ τῶν Περσῶν ὑπεποιεῖτο σουλτάν· τὴν Ναϊσοῦ δὲ καὶ Βρανιτζόβης ὥσπερ εἴρηται ἀρχὴν πιστευθείς, γράμμασι τῷ Παιόνων ὑπισχνεῖτο ῥηγί, εἴ γε βουλομένῳ ἐπιθέσθαι τυραννίδι συλλήψοιτο τῆς ἐγχειρήσεως αὐτῷ, ἐπειδὰν δὲ τοῦ ἐφετοῦ τύχῃ Βρανιτζόβης τε αὐτῷ καὶ Ναϊσοῦ ὑπεκστήσεσθαι πόλεως. ὅπως μέντοι μὴ ἔκπυστα ταῦτα γεγονότα ὑπαίτιον αὐτὸν τοῦ λοιποῦ καταστήσωνται, ἔγνω ἑτέραν τραπέσθαι. ἐδήλου τοίνυν βασιλεῖ βούλεσθαι τῶν κατὰ Παιονίαν τινὰς δυναστῶν φιλίως αὐτῷ προσφέρεσθαι ἀρξαμένους δόλῳ ὑπελθὼν ὑπὸ τὴν ἑαυτοῦ ῥᾳδίως θεῖναι παλάμην. βασιλεὺς δὲ ξυνίει μὲν τοῦ δόλου· ἔφθη γὰρ ἤδη καὶ εἰς χεῖρας αὐτῷ τὰ γράμματα ἐλθεῖν, δι' ὧν Ἀνδρόνικος τῷ Παιονάρχῃ τὰ προειρημένα ἐτύγχανε διωμολογηκώς. ἐξελέγχειν δὲ θέλων αὐτὸν ἐφίησι ποιεῖν κατὰ ταῦτα μηδὲν ὑποστελλομένῳ. ὁ δὲ πάντα αὐτῷ τοῦ λοιποῦ περιῃρῆσθαι τρόπον ὑποψίας οἰηθεὶς 127 ἀδεῶς ἔς τε Οὔννους καὶ τὸν Ἀλαμανῶν διεπρεσβεύετο ῥῆγα, πρὸς ἐπικουρίαν ἐν καιρῷ καὶ αὐτὸν ἐπισπώμενος. ταῦτα Ἀνδρόνικος ἐσκευωρηκὼς ἐπὶ Βυζάντιον ἦλθε, τὰς μεταξὺ Ῥωμαίων καὶ Οὔννων σπονδὰς ἤδη τῷ φαινομένῳ τετελεκώς. βασιλεὺς δὲ οὐκ οἶδα εἴτε κηδόμενος τοῦ ἀνθρώπου (ὑπερφυῶς γὰρ ἐφίλει τοῦτον ἅτε καὶ ἡλικιώτην αὐτῷ γεγονότα τροφῆς τε αὐτῷ μεταλαχόντα καὶ παιδείας τῆς αὐτῆς, ἀμέλει καὶ δρόμοις τε αὐτῷ καὶ πάλαις καὶ ἀγῶσιν ἄλλοις συγγυμνασάμενον πολλοῖς) εἴτε καὶ ἄλλό τι ἐννοούμενος, τότε μὲν καὶ ἔτι ἠνείχετο κακουργοῦντος. ἐπεὶ δέ ποτε καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ Μυσῶν, ἣν Πελαγονίαν τινὶ γλώττῃ κατακολουθοῦντες Ῥωμαῖοι νῦν ὀνομάζουσιν, ἐξῆλθε μὲν πρὸς θήραν ὁ βασιλεὺς ἔννυχος, ὥσπερ εἰώθει τὰ πολλά, κοιτασάμενος. ἡ γὰρ τοῦ σώματος αὐτῷ