1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

47

γενναιότης καὶ πρὸς ἄρκτους ἐξῆγε καὶ πρὸς τοὺς ἀγρίους ἀνθώπλιζε τῶν συῶν πεζῇ τὰ πλεῖστα σὺν ἀκοντίῳ ξυμπλεκόμενον. ἐλέγετο δὲ ὡς καὶ τεθωράκιστο τὰ πρῶτα καὶ σχεδόν τι ἑκάστοτε πρὸς τοῖς ὅπλοις ἦν, τὰς ὡς ἐφέρετο τοῦ σεβαστοκράτορος Ἰσαακίου καὶ τοῦ μεγάλου στρατάρχου φυλαττόμενος ἐπιβουλάς, κἂν οὗτος οὐδὲν ἄλλο αὐτὸν μέχρι τέλους ἔδρασεν ἄχαρι ὅτι μὴ τὰς βασιλείους ἀφείλετο σφραγῖδας, δι' ὧν ὑποσημαίνεσθαι τὰς δωρεὰς βασιλεὺς εἴωθεν. οὐ μὴν ἀπροφασίστως καὶ ταύτας, ἀλλ' ἀπ' αἰτίας ἧς αὐτὸς ἐρῶν ἔρχομαι. διατρίβοντι ἐν Μελαγγείοις τῷ βασιλεῖ περί τινα χῶρον ᾧ Μεταβολὴ ὄνομα, λόγοι προὐφέροντο ἐπὶ ἀρίστου. ἔνθα τῶν ἄλλων καθάπαξ ἁπάντων τὰ βα 128 σιλέως ἐξαιρόντων ἔργα, ὁ Ἰωάννης τὰ τοῦ πατρὸς μᾶλλον ὑπερῇρε καὶ ὑπερετίθει πολλῷ. ὁ μὲν οὖν βασιλεὺς ἔστεργε τοῖς λεγομένοις καὶ ἠγάπα τοῦ πατρὸς ἐλασσούμενος. ὡς δ' ἐπαχθὴς τοῖς ἄλλοις Ἰωάννης εἶναι ἐδόκει, ὁ δὲ οὐ μέχρι τούτου τὸν λόγον ἵστησιν. ἔδοξε γὰρ ἂν ἐπιδείξει πίστεως τῆς πρὸς τὸν οἰχόμενον αὐτοκράτορα ταῦτα προφέρειν, ὅπερ οἶμαι πολλοὶ τῶν ἀνθρώπων ποιεῖν ἴσασιν· αἱ γὰρ πρὸς τοὺς μηκέτι ὄντας εὔνοιαι ἐχέγγυοι τοῖς περιοῦσιν εὐγνωμοσύνης τῆς εἰς αὐτοὺς γίνονται. ὁ μὲν οὖν πρὸς τούτοις καὶ δριμύτερον ἥπτετο καὶ ἠγνωμόνει τῷ υἱῷ. ὅτε δὴ στάσεως ἀναφθείσης Ἀνδρόνικος μὲν οὗτος θυμοδακῆ τινα ἐς τὸν σεβαστοκράτορα ἐπιρρίψας παρ' ὀλίγον ἦλθε τοῦ ξίφει πρὸς αὐτοῦ τὴν κεφαλὴν ἀφῃρῆσθαι, εἰ μὴ βασιλεύς τε αὐτοῦ τὴν χεῖρα ὑπερέσχε καὶ Ἰωάννης ὁ ∆οῦκας, ὃς καὶ αὐτὸς ἐξάδελφος τῷ βασιλεῖ ἦν, τὴν μάστιγα ᾗ τοὺς ἵππους ἐπείγειν εἴθισται τῷ ξίφει καταφερομένῳ ὑποθεὶς ἀμβλεῖαν ἐπὶ τὴν Ἀνδρονίκου γνάθον ἐνεχθῆναι ἐποίησε τὴν φοράν. ὁ μὲν οὖν τοῦτον ἐρρύσθη τὸν τρόπον· βασιλεὺς δὲ τὴν χεῖρα καθάπερ ἔφην τοῦ Ἀνδρονίκου ὑπερσχὼν ἐπλήγη, οὐ μέντοι καιρίαν ἀλλ' ὅσον ὀλίγον τὴν σάρκα διαστῆναι, ἧς τὴν οὐλὴν διὰ βίου ἐπὶ καρποῦ ἔφερεν. ἡ μὲν οὖν τούτου φιλονεικία ἐπὶ τοσοῦτον προελθοῦσα κατεσιγάσθη. βασιλεὺς δὲ Ἰσαάκιον μὲν ἀφ' ἑαυτοῦ ἐποιήσατο ἡμερῶν τινων ἄχρι, Ἰωάννην δὲ κρίσει παραδοὺς δίκην αὐτῷ τὴν εἰρημένην ἐπετίθει πολλῷ τῆς ἐκ τῶν νόμων ἐλάσσω. ἀλλ' ἐπανακτέον τὸν λόγον ἐπὶ τὰ πρότερα. 129

18. Ἐπειδήπερ ὁ Ἀνδρόνικος νυκτέρῳ κυνηγεσίῳ βασιλέα 129 διατρίβοντα ἔγνω, ἱκανοὺς Ἰσαύρων τῶν περὶ αὐτὸν ὁπλισάμενος, οἵπερ ὡς κατὰ παντὸς αὐτῷ ξυνασπίσωσι πίστεις ἔδοσαν φθάσαντες, ἵππον τε αὑτοῦ τὸν δρομικώτατον ἐπαγόμενος σὺν αὐτοῖς ἐπὶ τὸν τόπον ἦλθεν. ἀλλ' αὐτοὺς μὲν ἀποτέρω ἐπὶ λόχμης τὸν ἵππον καθέξοντας ἔστησεν, ὃ δὲ ξὺν ἡμιόνῳ ἐγγὺς τῆς βασιλέως ἦλθε σκηνῆς, ἀποβάς τε ἡσυχῇ ἐπορεύετο βάδην ἐγχειρίδιον ἐπισείων τῇ δεξιᾷ. ὅπως γε μὴν μηδενὶ φωραθείη, Ἰταλὴν ἀντὶ τῆς ἐξ ἔθους ὑπέδυ στολήν. ὡς δὲ ἔγνω καταφανὴς γεγονὼς (ἤδη γὰρ καὶ ξίφη παρεγύμνουν οἱ τὸν βασιλέα ὑπνοῦντα περιεστῶτες, ἐν οἷς καὶ Ἰωάννης ἦν ὁ βασιλέως ἀδελφιδοῦς, πρῶτος φασὶ τὸν Ἀνδρόνικον ἐπιόντα εἰδώς), ὡς οὖν ἔγνω ταῦτα ὁ Ἀνδρόνικος, ἐπὶ γόνυ κλιθεὶς τὸν τῆς γαστρὸς δῆθεν ἀποκρίνειν προσεποιεῖτο σκυβαλισμόν, οὕτω τε κατὰ βραχὺ ὑποποδίσας ᾤχετο ἀπιών. καὶ τὰ μὲν τῆς ἐπιβουλῆς ἐκείνης ἐνταῦθα ἐλύετο. ὀλίγῳ δὲ ὕστερον σὺν πλείοσιν Ἰσαύρων ἐξῄει νύκτωρ ἐπὶ βασιλέα στελλόμενος· οὗπερ ἀγγελθέντος τῇ βασιλίδι πρὸς Ἀλεξίου, ὃς τοῖς βασιλικοῖς τηνίκα ἱπποκομίαν ἐφεστὼς ἦν (πρωτοστράτορα τοῦτο καλοῦσι Ῥωμαῖοι τὸ λειτούργημα), ἐν μὲν τῷ παραυτίκα τῶν τις εὐζωνοτέρων ἐστέλλετο μηνύσων βασιλεῖ τὴν ἐπιβουλήν. εἶτα καὶ Ἰσάχ, ἀνὴρ βαρβαρογενὴς εὔνους δὲ βασιλεῖ μάλιστα, σὺν ὁπλοφοροῦσι τριακοσίοις ἐπέμπετο. ἀλλ' οὔπω τοῦ Ἰσὰχ ἐπὶ τὸν τόπον ἐλθόντος, πυθό 130 μενος ἤδη τὸ πρᾶγμα βασιλεύς, τῶν ἄλλων ἀγωνιώντων καὶ συνταραττομένων ἐφ' ἑαυτοὺς (ἐτύγχανον γὰρ οἱ πλείους ἡμιονίοις οὕτω τυχὸν ἐφεζόμενοι), αὐτὸς χρῆναι ἔλεγε τῆς εὐθείας ἀποσχομένους, ἣ ἐπί τε τὸ στρατόπεδον καὶ τὴν βασίλειον σκηνὴν ἄγει, τὴν ἀσυνήθη ἐκείνην, ὑποδείξας τῇ χειρί, καὶ ἄστειπτον ἰέναι, μὴ μέντοι κατὰ πλάτος ἀλλ' ἕνα