1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

90

προπύργιον ὅπερ αὐτοῖς κατεσκεύαστο τειχέων ὑπεριστάμενον, ὡς ἐκεῖθεν ἐπὶ Ῥωμαίους ἀφήσουσιν. ἀλλ' ἄρτι ὁ λίθος ὡμίλει τῷ πυργίῳ, τὸ δὲ οὐκ ἐνεγκὸν τὴν ὁλκὴν (μέγας γὰρ ὑπερφυῶς ἦν) ἐξαπιναίως ῥαγὲν εἰς γῆν ἠνέχθη σὺν τῶν Οὔννων 245 πολλοῖς, καὶ αὐτῶν οὐδεὶς τὸν κίνδυνον ἔφυγε. θροῦς τοίνυν καὶ πάλιν ἠγέρθη καὶ ἡ μάχη ἔτι μᾶλλον ἐμαίνετο. ὅτε λέγεται, ὡς Ῥωμαίων τινὰ εὐστοχώτατα ἐπιτοξαζόμενον βασιλεὺς κατανοήσας ἐπέδραμέ τε καὶ τὴν ἀσπίδα προτείνας ἀπαθῆ βελῶν συνετήρει τὸν ἄνθρωπον.

16. Οὖννοι δέ, ἐπειδήπερ ἐν στενῷ κομιδῇ περιστῆναι σφίσι τὰ πράγματα ἔγνωσαν, πέμψαντες ἔχρῃζον βασιλέως, ὡς ἐνδόντες τὴν πόλιν αὐτῷ ἀθῷοι ἐντεῦθεν λοιπὸν ἀπαλλάξωσιν. ὁ δὲ οὐ πρότερον ἔφη τοῦτο ποιήσειν πρὶν ἂν καλώδια τῶν τραχήλων Γρηγόριός τε καὶ τῶν ἐν σφίσι ζουπάνων οἱ ἄλλοι ἀναψάμενοι γυμνωθεῖσι ποσὶ καὶ ἀκαλυφέσι ταῖς κεφαλαῖς ταῖς αὐτῶν ἔλθοιεν. ὁ μὲν δὴ ἐπὶ τοιούτοις αὐτοὺς ἀπεπέμψατο, Ῥωμαῖοι δὲ σφοδρότερον ἐπιβρίσαντες τὴν πόλιν εἷλον, ἧς ἤδη ἁλισκομένης, Γρηγόριός τε καὶ οἱ σὺν αὐτῷ στρατηγοὶ τῶν Οὔννων σὺν ἀτιμίᾳ τρόπον τὸν εἰρημένον ἐλεεινοὶ τῶν σχημάτων βασιλεῖ προσιόντες ἔκλαον. ὁ δὲ μέχρι μέν τινος οὐδὲ προσβλέπειν ἠξίου, ὀψὲ δὲ πολλὰ τοῦ Βελᾶ παραιτησαμένου, τὸν μὲν φόνον ἀφῆκεν, ἐς δὲ φρουρὰν αὐτίκα ἔπεμψε. Ῥωμαῖοι δὲ θυμῷ μεγάλῳ εἰς τὴν πόλιν εἰσιόντες ἅτε ἄρνας τοὺς τῇδε κατέθυον ἀνθρώπους. ὅτε μοι καὶ δακρῦσαι ἐπῆλθε βίον ἐννοουμένῳ τὸν ἀνθρώπειον ὅσοις τε τὸ δείλαιον τοῦτο γένος ἑκουσίοις ἑαυτὸ ξυνέδησε κακοῖς. ἤγοντο κειμήλια καὶ ἱματισμοὶ καὶ ἀργυρώματα, καὶ πάντα τὰ ἐκείνων ἐλεΐζετο ἀγαθά. 246 ὅπλοις τοῖς ἐχθρῶν ἠμπίσχετο ἕκαστος καὶ τῶν ψιλῶν τούτων καὶ ἀνόπλων μαχητῶν, ὅτε δὴ καὶ γύναιόν τι εὕρετο δύστηνον διεληλαμένην ἀκίδα τῆς ἕδρας ἔχον. πόθεν δὲ αὐτῷ τοῦτο συνέβη, αὐτίκα δηλώσω. αὕτη, ὁπηνίκα ἔτι ἀνάλωτος ἦν ἡ πόλις, ὑπὲρ τῶν τειχέων ἑστῶσα σποδόν τε κατέσειε καὶ τὰ ἱμάτια κόσμῳ οὐδενὶ ἀνασύρασα τὴν ἕδραν παλιντρόπῳ τῷ προσώπῳ ἐς τὸν Ῥωμαίων ἐδείκνυε στρατόν, ἀπέραντόν τέ τινα βαττολογίαν ὑποψάλλουσα δαιμονιώδει τινὶ μαγγανείᾳ Ῥωμαίους ξυνδεῖν ᾤετο. ἀλλά τις στρατιωτῶν βέλος ἐπ' αὐτὴν ἀφεὶς κατατυχεῖ τῆς ταλαιπώρου, ἔνθα τὸν τοῦ σκυβαλισμοῦ παράπομπον ἡ φύσις αὐλῶνα ἵδρυσεν. εὕρετο δὲ καί τις Ῥωμαίων δεσμώτης ὁ τλήμων ἐπὶ σκολιώδους τινὸς καὶ ἀνηλίου καθειργμένος δωματίου ἀπ' αἰτίας τοιᾶσδε. τοῦτον Οὖννοι αἰχμάλωτον ἤδη πεποιημένοι, ἅτε τοξείας εὖ εἰδότι Ῥωμαίοις ἐκ τοῦ περιβόλου ἐπιτοξάζεσθαι ἀνάγκην προσῆγον. ὁ δὲ οὐ σὺν γνώμῃ μὲν ἠφίει δ' ὅμως πυκνά, πάντα δὲ ἁμαρτεῖν ἐποίει. ὅπερ Οὖννοι κατανοήσαντες ξαίνουσί τε τῷ ἀνθρώπῳ κατὰ νώτου πολλὰς καὶ σὺν ἀσφαλείᾳ καθείρξαντες εἶχον. οὕτω μὲν δὴ Ζεύγμη καὶ πάλιν ἑάλω· ὅτε πολλοὶ μὲν καὶ ἄλλοι λόγου καὶ ἀρετῆς εἰργάσαντο ἄξια, οὐχ ἥκιστα δὲ καὶ Ἀνδρόνικος ὁ ∆ούκας. ἐπειδὴ γὰρ Ῥωμαίους διὰ κλίμακος ἀναρριχωμένους ἐπὶ τὸ τεῖχος εἶδεν, Ἀνδρονίκῳ τῷ βασιλέως ἐξαδέλφῳ προσιών, ὑφ' ὃν τελεῖν ἔλαχεν ἤδη ἐκ Ταυροσκυθῶν ἀφικόμενον ἵλεώ τε τοῦ βασιλέως τυ 247 χόντα, ἠξίου ἐνδοθῆναι αὐτῷ τῆς ἀνόδου πειρᾶσθαι, τοῦ δὲ ἐπιτρέψαντος σπουδῇ πολλῇ ἐς τοῦτο ἐχώρει. ἐπειδὴ δέ τινες Λατίνων κατόπιν ἰόντες παρελθεῖν ἐφιλονείκουν αὐτόν, ὁ δὲ ἀντέπραττε σφίσι πολλὰ καὶ οὐδαμῆ τοῦ κλέους συγχωρεῖν ἤθελεν. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἡ κλῖμαξ αἰφνίδιον εἰς γῆν ἠνέχθη κατασπασθεῖσα. ἀλλ' ὁ Ἀνδρόνικος τοῦ συνήθους καὶ πάλιν ἀντέκειτο θράσους. ἐπειδὴ γὰρ ἑτέρας ἐνεχθείσης ἀναβαίνοντάς τινας αὖθις εἶδε, δραμὼν ἐπέβαινε καὶ αὐτός. ταῦτα μὲν τῇδε ἐχώρησε. Στέφανος δὲ ὁ ῥὴξ τῇ τῆς πόλεως πεποιθὼς ἀσφαλείᾳ (πρὸς γὰρ τοῖς ἄλλοις καὶ ὀχετὸς αὐτὴν ἐκ τῶν Ἴστρου ἐπότιζε ναμάτων, ὃς τὸ μὲν πρῶτον εἰς τὸ ἐμφανὲς ἔκειτο ὕπαιθρος ἐπὶ τὴν πόλιν ἀνατείνων, εἶτα βασιλέως Στεφάνῳ ἐκείνῳ συναραμένου ὑπόνομος ἤδη κατέστη) πιστεύειν οὐκ εἶχεν εὐπετῶς οὕτω Ῥωμαίοις ἁλώσεσθαι ταύτην. ὡς δὲ βασιλεὺς