1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

50

οἷς ἦν καὶ Ἀλέξανδρος, Γραβίνης μὲν πόλεως ἄρξας Ἰταλικῆς, Ῥογερίου δὲ αὐτὸν ἀπελάσαντος βασιλεῖ πρότερον ἤδη προσπεφευγώς. ἐντέταλτο δὲ αὐτοῖς χρήματα μεγάλα πρὸς βασιλέα κεκομισμένοις, εἰ μὲν ἐντὸς Ἄλπεων διατριβὴν ποιεῖσθαι τὸν Φρεδερίκον ἀκούσαιεν, ὁμοῦ πάντας ἐντυγχάνειν αὐτῷ· ἀποτέρω δὲ γεγονότος, τὸν Μιχαὴλ μὲν σὺν τοῖς χρήμασιν ἐπὶ Ἰταλίαν ἰέναι, τοὺς δὲ τὴν ἐπὶ Φρεδερίκον στέλλεσθαι, κἂν ἐκεῖνος τῶν δεδογμένων ἀμελήσῃ, 136 αὐτοὺς λοιπὸν καὶ καθ' ἑαυτοὺς Ἰταλίας μεταποιεῖσθαι. ὅπερ δῆτα καὶ γέγονε.

2. Ῥογερίῳ γὰρ τῷ Σικελῶν τυράννῳ ἀδελφιδοῦς ἦν ὄνομα Βασαβίλας. οὗτος Ῥογερίου μὲν ἔτι περιόντος τὴν Ἰταλίας διεῖπεν ἀρχήν, ἐκείνου δὲ τετελευτηκότος ἐπὶ τὸν υἱόν τε Γιλιέλμον τῆς ἀρχῆς μετελθούσης, ἠνάγκαστο λοιπὸν ἐν ὑποστρατήγου λόγῳ διατελεῖν, ἑτέρου τὴν Ἰταλίαν διέποντος. καὶ δὴ τὴν ὕβριν οὐκ ἐνεγκὼν εἰς ἀποστασίαν εἶδε. τοίνυν καὶ ἐπὶ Φρεδερίκον πέμψας Ἰταλίαν τε πᾶσαν καὶ Σικελίαν αὐτὴν ἐγχειριεῖν ἐπήγγελλε τούτῳ. Φρεδερίκου δὲ πρὸς τὸ δυσχερὲς ὀκνήσει ἐχομένου, συνέβαινεν ἀπράκτους τοὺς Βασαβίλα πρέσβεις ἐπανιόντας Ἀλεξάνδρῳ συνηντηκέναι. ἤδη γὰρ καὶ οὗτος οὐδὲν ὧν ἕνεκα παρὰ Φρεδερίκον ἦλθε πέρατι δούς, σὺν τῷ ∆ούκᾳ ἐκεῖθεν ἀπηλλάττετο. ὡς οὖν εἰς λόγους ἀλλήλοις ἦλθον Ἀλέξανδρός τε καὶ οἱ Βασαβίλα πρέσβεις, μαθὼν Ἀλέξανδρος ὅτου ἕνεκα παρὰ Φρεδερίκον ἦλθον "ἐγγὺς," ἔφη πρὸς αὐτοὺς "ἄνδρες φίλοι, ὃς πέρατι αὐτίκα τὴν πρεσβείαν ὑμῖν δώσει." τῶν δὲ μαθεῖν βουλομένων "βασιλεὺς Ῥωμαίων" ὑπολαβὼν εἶπεν ὁ Ἀλέξανδρος, καὶ ἑξῆς πάντα κατέλεγε προστιθεὶς ὅτι δὴ καὶ Παλαιολόγος ἀνὴρ βουλῆς μὲν τῆς Ῥωμαίων ὢν εἰς δὲ τὸ τῶν σεβαστῶν ἀξίωμα [ἀναχθεὶς] σὺν χρήμασι μεγάλοις ἐνταῦθά που παρὰ πόδας ἐστί, τούτου 137 ἕνεκα ἐνταῦθα παραγεγονὼς ὅπως ἂν Ἰταλίαν βασιλεῖ καταστήσαιτο. ταῦτα οἱ Βασαβίλα πρέσβεις ἀκούσαντες γράμμασιν αὐτῷ τὰ παρόντα ἐδήλουν. ὁ δὲ εἰς τὴν πόλιν Πεσχάραν Ῥωμαίοις λόγου κοινωνήσειν ἤθελεν. ὃ μαθὼν ὁ Παλαιολόγος ναυσὶ δέκα μηδὲν ὑπερθέμενος εἰς Πεσχάραν ἔπλει, πόλιν Βεστίαν βασιλεῖ προσχωρήσασαν μεταξὺ κρατηνάμενος. ἀλλὰ δόξαν αὖθις Βασαβίλᾳ ἐπὶ Βεστίαν αὐτῷ ἐντετυχηκέναι ὀπίσω ἔπλει, ἐνταῦθά τε ἐντετυχηκὼς αὐτῷ, πίστεις τε περὶ τῶν προκειμένων λαβὼν καὶ δεξάμενος ἔργου λοιπὸν εἴχετο. ὁ δὲ ∆ούκας στράτευμα ἤδη ἀθροίσας φρούριόν τι ἐρυμνόν, οὗ Προῦντζος ἦρχεν ἀνὴρ Ἰταλός, πολιορκεῖν ἐπεβάλετο. ἔνθα προσβολῆς γενομένης Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι ἐντὸς τειχέων συνέπεσον φεύγουσιν, οἱ δὲ πρῶτον μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνεχώρουν, ὡς δὲ Ῥωμαῖοι πῦρ ταῖς οἰκοδομαῖς ἤδη ἐνῆκαν τά τε οἴκοι διήρπαζον, ἐπικαταβαίνειν τε ἤρξαντο καὶ κύριον σφίσι βασιλέα μέγαν ἀναβοᾶν. τούτου μὲν δὴ οὕτως ἐγκρατεῖς ἐγένοντο. ἐπὶ δέ τινα πόλιν ἐλθόντων ἣ ἐπώνυμος τῷ ἐνταῦθα τιμωμένῳ ἁγίῳ Φλαβιανὴ κέκληται, ἐξεχεῖτο ἅπας ὁ δῆμος ὑπὲρ τῶν ἀγρῶν δεόμενοι καὶ τοῦ μηδὲν αὐτοῖς ἄχαρι πρὸς τῶν Ῥωμαίων πείσεσθαι στρατιωτῶν, δοῦλοί τε βασιλεῖ ὡμολόγουν καὶ τἆλλα ἔπραττον, ὅσα Ῥωμαίοις βουλομένοις ἦν. οὓς τῆς εὐνοίας ἀμειβόμενος ὁ στρατηγὸς ὡς διὰ φιλίας ἐπορεύετο τῆς χώρας. ἄρτι δὲ ἐκεῖθεν ἀπαίροντι Γιλιέλμος ὁ Βα 138 σαβίλα μὲν ἀδελφός, εὔνους δὲ καὶ αὐτὸς Ῥωμαίοις ἤδη γεγονὼς γράμματα παρὰ τοῦ ἀδελφοῦ κομίζων ἦλθεν αὐτῷ θαρρεῖν τοῦ λοιποῦ προτρεπόμενα, ὡς τὸ ἑξῆς χώρας κατηκόου προκειμένης αὐτῷ.

3. Ὁ δὲ Παλαιολόγος ἐπειδὴ Βεστίαν, καθάπερ εἴρηται, ὁμολογίᾳ παρεστήσατο, ἐπὶ Τρᾶνιν ἦλθε. Τρανῖται τοίνυν ὡς τὸν Ῥωμαίων εἶδον στρατόν, ἐπειδὴ παραδιδόναι σφίσι τὴν πόλιν οὐδαμῆ ἤθελον, πρέσβεις παρὰ τὸν στρατηγὸν πέμψαντες ἠξίουν ἐνθένδε τοῦτον ἀπαίρειν. μὴ γὰρ πρότερον Βᾶριν παραστησαμένῳ ἀδύνατα αὐτῷ ἔσεσθαι Τρᾶνιν ἑλεῖν. ὁ δὲ ναῦς αὐτίκα οὐ πλέον ἢ δέκα ἐπαγόμενος ἐκεῖθέν τε μετέβη καὶ ἐπὶ Βᾶριν ἦλθεν, οὐχ ὅσον τοῖς στρατιωτῶν λόγοις