1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

93

λεγόμενα, οὕτω τε πολλοὺς αὐτῶν ἐπὶ θατέραν μετήνεγκε δόξαν οὐκ ἔχοντας ἀντιλέγειν οὐδέν. κἂν γὰρ καὶ παιδείας ἄγευστος λογικῆς ἦν, ἀλλὰ φύσεως ὀξύτητι καὶ μεγαλείῳ νοήσεως πάντων καθάπαξ ἐκράτει τῶν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις γεγενημένων ἀνθρώπων. καὶ οὐκ ἦν ὅστις ἠρνεῖτο ταῦτα, μὴ ὅτι τῶν ἐν βασιλέως ἀναστρεφομένων τὰ πολλὰ (ἦ γὰρ ἂν θωπείας ὑπώπτευσέ τις ἐνταῦθα), ἀλλ' ἤδη καὶ τῶν ἄλλων ἀγνώστων αὐτῷ· κἄν τι διερμηνεῦσαι προθυμηθείη, σὺν ἐξαισίᾳ τινὶ προμηθείᾳ καὶ σαφηνείᾳ καὶ φράσεως ἁπλότητι τοῦτο διεξῄει· κἂν ὁποίου δή τινος τῶν φιλοσοφίας ἤρτητο τὸ ζητούμενον εἰδῶν, φυσικῶν ἢ θεολογικῶν καὶ καθάπαξ τῶν ἄλλων. ἠσχόλει γὰρ ἑαυτὸν τοῖς τε θείοις καὶ τοῖς ἐκτὸς ἀκροάμασι, πολύν τε ἀμφοτέρων Ἄρεός τε καὶ Ἑρμοῦ λόγον ἐποιεῖτο, καίτοι σχεδὸν πολεμίων ἔργων οὐδένα καιρὸν ἀνιείς. ὁ μὲν οὖν οὕτως δεξιότητι φύσεως, ὅπερ ἐλέγομεν, πολλοὺς τῶν ἐντυγχανόντων ἐς γνώμην μετετίθει τὴν ἑαυτοῦ. τὸ γὰρ πρότερον οὐδεὶς ἦν ὅστις οὐχὶ τῆς ἀντικειμένης αὐτῷ μοίρας ἦν, ὅτι μὴ Λουκᾶς ὁ τηνικάδε τοῖς ἐκκλησιαστικοῖς ἐφεστώς, ὃς καὶ αὐτὸς οὐδαμῆ παρρησιάζεσθαι ἔτι ἐτόλμα, καὶ διακόνων οὐ 254 πλείους τῶν ἕξ. οἱ δὲ δὴ ἄλλοι ἅπαντες, ὡς ἐκ τῆς ἰδίᾳ τῷ βασιλεῖ κοινωνίας πολλοὺς τοῦ κατ' αὐτοὺς ἀπορρέοντας ἑώρων χοροῦ, οἰηθέντες τῷ διαφόρῳ τῆς νοήσεως καὶ τῷ τῆς γλώττης εὐστρόφῳ ἐν ταῖς ἰδιαζούσαις τοὺς πολλοὺς αὐτῶν εἰς ἑαυτὸν ἐφέλκεσθαι συνουσίαις, ἔστησαν παρ' ἑαυτοῖς, μηκέτι μηδένα κατὰ μόνας καὶ ἐν παραβύστῳ τῷ βασιλεῖ ἐντεύξεσθαι αὐτῶν. "κἂν γὰρ μὴ νῦν, ἀλλ' ὀψὲ καὶ μετὰ ἀποβίωσιν ἀναθέματι πάντως ὑποβληθήσεται" ἔλεγον συνελεύσεις ἔς τε ἀλλήλων καὶ δὴ καὶ ὑπερεχόντων τινῶν ποιούμενοι οἰκίας. ὧν οὐδὲν ἔτι συνιδὼν ὁ βασιλεὺς Εὐθύμιόν ποτε τῶν Νέων Πατρῶν ἀρχιερέα ἰδίᾳ καλέσας, ἀνεπυνθάνετο τῶν εἰρημένων γυμνάζειν τε σὺν αὐτῷ τὴν δόξαν ἤθελεν. ὁ δὲ μεμυκὼς τὰ χείλη σιγῇ ἵστατο. τοῦ βασιλέως δὲ τὴν αἰτίαν ἐρομένου τῆς σιωπῆς, τὸν πάντα λόγον ὑπολαβὼν ἐκεῖνος διεξῄει. θυμήνας οὖν ἐπὶ τούτοις, καίτοι οὐ πρότερον εἰθισμένον αὐτῷ τοῦτο (ὅ,τι γὰρ ἂν πράττοι σὺν εὐσταθείᾳ καὶ ἀκροχολίας ἔπραττεν ἔξω), ἠπείλησε κατὰ κρημνοῦ τοῦτον ὠθήσειν, εἴ γε αὐτοὶ τὴν ὑγιᾶ περὶ θεοῦ διαστρέφοντες δόξαν αὐτῷ ταῦτα ἐπικαλοῦσιν. "ἀλλ' ἵνα" ἔφη μεταβαλών "γνώσεσθε πρῶτον οἵτινες ὄντες καὶ ὅπως ποτὲ περὶ θεοῦ φρονοῦντες σκώμματά τε ἐπιρριπτεῖτε κἀμοί (ἀνέχομαι δὲ ὑβριζόμενος, ὡς μὴ δόξαν ὀρθὴν αὐθεκάστῳ διαβάλλοιμι πράξει. αἱ γὰρ πρὸς τὰ φαῦλα τῶν ἀγαθῶν ἔργων ὁμοιότητες ἱκαναὶ καὶ τὰς γνώμας ταυτίζειν, ἐξ ὧν 255 ἑκάτερα προέρχονται), ἀνθοπλίσασθε τοίνυν ὅπως μοι μόνῳ τῶν ἁπάντων ἀπεναντίας ὑμῖν ἥξοντι συμπλακήσεσθαι λοιπὸν δυνηθῆτε, οὐ βίᾳ χειρῶν, ἀλλ' ἐνεργείᾳ λόγων. μισεῖται γάρ μοι νικᾶν ἡττωμένῳ, καὶ μάρτυς ἡ πρᾶξις ἥδε. σαφέστατα γὰρ περιυβρισμένος, ὥσπερ ὁρᾷς, ἐπέχω τὴν ἄμυναν· καίτοι ἔδει μὴ ἐν γωνίαις ὑμᾶς ταῦτα διασύρειν. τίς γὰρ ὑμᾶς καὶ ἐβιάσατο; ἢ τίς τὴν παρρησίαν ἀφεῖλε; πότε μοι πρὸ τοῦ βήματος ἀπεώσθητε λέγοντες; τί κερδανῶ αὐτός, δόξῃ παρίσταμαι ἀλλοκότῳ; ἆρα ὡς μὴ τὴν περὶ λόγους μοι δόξαν αἰσχυνῶ, ὅπερ ἤδη πολλοὶ τῶν καθ' ὑμᾶς ἔπαθον (καὶ μὴν οὐδέποτε τηλικαῦτα ἐπήγγελμαι) λείπεται πάντως, ἵνα μὴ περὶ θείου δόξαν καταπροδῶ. εἰ δέ τις μεταδιδάξαι με σχοίη τὴν γνώμην, συμφώνως γραφαῖς λαλῶν ταῖς ἱεραῖς, οὐδεμία μοι πάντως αἰσχύνη ἐπ' ἐκεῖνα μεταθέσθαι· ἓν δὲ μόνον τοῦτο τετηρήσθω, ἀνύβριστος θεός. ὑπὲρ τούτου γὰρ μυριάκις αὐτὸς ὑβριζόμενος ὑπενέγκω. "ταῦτα μὲν τῇδε ἐχώρησαν, ἡμερῶν δὲ ὀλίγων ὕστερον βίβλους τε, ὅσαι τε περὶ τούτων τρανοῦσιν, ἐκόμιζε συχνὰς κἀπὶ κοινοτέρας τὸ πρᾶγμα προὐτίθει ζητήσεως. ὑπέρρεον οὖν ἑκάστοτε συχνοὶ τῆς ἀντιθέτου μοίρας, ἕως ἅπαντες ἅμα πατριάρχαις τοῖς ἄλλοις ὡμοφρόνησάν τε καὶ τὸν βασιλέα τῆς τῶν γραφῶν μᾶλλον ξυνιέναι ὡμολόγουν διανοίας. τῷ γε μὴν Λουκᾷ ἐχαλέπαινόν τε περιφανῶς καὶ σκώμματα προσῆγον, δι' ἃ τοῦ θρόνου κατασπᾶν ἐπεβοῶντο τὸν ἄνθρωπον, πάνυ 256 ἀμαθῶς τοῖς πράγμασιν ἐφιστάνειν