1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

12

τῆς θέσεως καλοῦσιν, ἦρχε φροντιστηρίου, παιδείας μὲν τῆς ἐγκυκλίου καὶ μαθημάτων τῶν ἐκτὸς ἄκρῳ φασὶ γευσάμενον δακτύλῳ, ἠθῶν δὲ κοσμιότητι καὶ τῇ τῶν θείων μελέτῃ λογίων οὐδενὸς ἐλάσσω τῶν εἰς ἐκείνην τὴν ἡμέραν ἐπ' ἀρετῇ μάλιστα διαφανῶν, οὗ ταῖς χερσὶν ὕστερον ἐπ' ἐκκλησίας τῷ βασιλικῷ ταινιοῦται διαδήματι. ὅτε καὶ χρυσίου κεντηνάριον τραπέζῃ τῇ ἱερᾷ καταθεὶς τότε μὲν ἐξῄει τὸ ἐλευθέριον αὐτοῦ καὶ μεγαλοπρεπὲς ἐν τοῖς ἁπάντων καταλελοιπὼς στόμασιν. εἰσέπειτα δὲ καὶ ἐτησίαν τῷ κλήρῳ ἐκ παλατίου κεντηναρίων δύο προσαφώρισε δόσιν· καλοῦσι δὲ τοῦτο τὸ νόμισμα δεύτερον. 3. Τὰ μὲν οὖν ἐς τὴν βασιλείαν προοίμια τοιάδε τινὰ αὐτῷ γέγονεν. ὁ δὲ Ῥαϊμοῦνδον τὸν Ἀντιοχείας πρίγκιπα τῆς εἰς τὸν πατέρα μετελεύσεσθαι θέλων ἁμαρτάδος (οὔπω γὰρ ἔφθη ἐκεῖνος δίκην αὐτῷ ἐπιθεῖναι τὴν δέουσαν, χρέους αὐτῷ τοῦ φυσικοῦ τὴν ὁρμὴν ἀνακόψαντος), στρατὸν ἐπ' ἐκεῖνον ἠπειρώτην τε καὶ ναυτικὸν ἔπεμψεν. ἦρχον δὲ τοῦ μὲν Ἀνδρόνικός τε καὶ Ἰωάννης ἐς Κοντοστεφάνους ἀναφέροντε καὶ Προσοὺχ ἱκανὸς τὰ πολέμια. τοῦ γε μὴν ναυτικοῦ ∆ημήτριος ἡγεῖτο ᾧ Βρανᾶς ἐπίκλησις ἔκειτο. ἀλλὰ Προσοὺχ μὲν καὶ ἄμφω τὼ Κοντοστεφάνω, ἐπειδὴ πρὸς τοῖς Κιλίκων ὅροις ἐγένοντο, ἅ τε πρὸς Ἀντιοχέων 34 Ῥωμαῖοι ἀφαιρεθέντες ἔτυχον ἐν ὀλίγῳ ἀνεσώσαντο φρούρια, καὶ Ῥαϊμούνδῳ ἐς χεῖρας ἐλθόντες ἐτρέψαντό τε αὐτὸν καὶ πολλοὺς τῶν σὺν αὐτῷ ἔκτειναν. τὸ δ' ὅπως ἄρτι δηλώσω. ἐπειδὴ τὰ εἰρημένα Ῥωμαῖοι παρεστήσαντο φρούρια, μηδενὸς ὅθεν δήποτε ἀντιστατοῦντος αὐτοῖς ἄχρι καὶ ἐς Ἀντιόχου ἦλθον τὴν πόλιν, λείαν Μυσῶν καὶ τὰ ἐν ποσὶν ἐργαζόμενοι. Ῥαϊμοῦνδος δὲ ἕως μὲν προσιόντας Ῥωμαίους ἑώρα, ἐντὸς τειχέων ἀτρέμας εἶχεν. ἐπεὶ δ' ἐκεῖθεν συσκευασάμενοι ἀνεχώρουν (ἐπεξῄει γὰρ σφίσιν οὐδὲ εἷς), τότε κατὰ νώτου ἐπιθήσεσθαι αὐτοῖς ἐννοησάμενος εἵπετο ἐν τῷ ἀφανεῖ. καὶ Ῥωμαῖοι μὲν ἐπί τινα χῶρον ἐλθόντες, ἔνθα σφίσι σκηνοῦν ἐδόκει, χάρακα ἐπήγνυντο. ὁ δὲ ἐν ἐπικαίρῳ καὶ αὐτὸς τὸ στράτευμα καταθεὶς ὀλίγοις ἅμα ἐπὶ κατασκοπὴν τῶν πολεμίων ἐχώρει. οὐ μὴν ἔλαθε Ῥωμαίους ἐπιών· τῶν γὰρ ἐπὶ χορταγωγίαν ἐξιόντων τινὲς οὐ μακρὰν ἄποθεν τῶν χαρακωμάτων ἐντετυχηκότες αὐτῷ δρομαῖοι τοῖς στρατηγοῖς ἀπήγγειλαν. οἱ δὲ τότε μέν, νὺξ γὰρ ἤδη ἦν, φυλακὰς τάξαντες ἀνεπαύσαντο. ἑξῆς δὲ οὔπω ἡμέρας καταλαβούσης ταξάμενοι ὀπισθόρμητοι ᾔεσαν, γνώμην ἔχοντες σκηνουμένοις ἔτι τοῖς ἀμφὶ Ῥαϊμοῦνδον ἐπεισπεσεῖν. οὐ μὴν οὐδὲ Ῥαϊμοῦνδος ἠμέλει, ἀλλὰ καὶ ὃς ὀρθριαίτερον τοῖς περὶ αὐτὸν τὰ δοκοῦντα ἐπιτείλας αὐτοὺς μὲν αὐτοῦ ἔλιπεν, ὁ δὲ ἐπὶ καιασκόπησιν αὖθις ἐχώρει· Ῥωμαίοις δὲ ἐξ ἀπροσδοκήτου συμπεσὼν αὐτός τε νῶτα δοὺς ἔφευγε καὶ τὸ λοιπὸν στράτευμα πέμψας κατὰ τάχος ἐνθένδεν 35 ἀπαίρειν προὐτρέπετο· ἀλλὰ παρὰ πόδας αὐτοῖς ὁ Ῥωμαίων στρατὸς ἐπελθὼν ἐτρέψατό τε καὶ φόνον αὐτῶν πολὺν εἰργάσατο, καὶ μέχρι τῶν Ἀντιοχείας πυλῶν ἡ δίωξις ἐγένετο. Ῥαϊμοῦνδος καὶ αὐτὸς μόλις τοὺς πολεμίους διαδρὰς νυκτὸς ἐπὶ τὴν πόλιν εἰσήλασεν. οἱ μὲν δὴ ἀμφὶ τὸν Προσοὺχ ταῦτα Ῥαϊμοῦνδον εἰργασμένοι ἐπὶ τὴν Κιλίκων ἀνεχώρησαν, ∆ημήτριος δὲ σὺν τῷ στόλῳ ἐπελθὼν τὴν περίοικον καὶ θαλάσσῃ γείτονα ἐληΐσατο, καὶ πλῆθος ἀνθρώπων ἠνδραποδίσατο, ναῦς τε τῶν ἐγχωρίων ὡς πλείστας παρὰ τὴν θαλάσσης ἀνειλκυσμένας ἀκτὴν πυρὶ ἔφλεξεν· ὅτε δὴ καὶ ὁ τὸ δημόσιον σφίσιν εἰσπραττόμενος νόμισμα αἰχμάλωτος Ῥωμαίοις ἐγένετο. Ῥαϊμοῦνδος δὲ ἐπειδὴ ταῦτα ἤκουσε θυμῷ μεγάλῳ ἐπιών, ὡς τὰς Ῥωμαϊκὰς ναῦς ἀποσχομένας ἤδη τῆς χέρσου κατενόει, ἄπρακτος ἐκεῖθεν ἀνεχώρει. Ῥωμαῖοι δὲ τῆς θαλάσσης οὐ συγχωρούσης αὐτοῖς ἡμέραις δέκα τὸν χῶρον ἐκεῖνον παραπλεύσαντες, ἐπειδὴ λειψυδροῦντες ἦσαν, τῇ χέρσῳ αὖθις αἰφνίδιοι προσοκείλαντες τούς τε πολεμίους ἐτρέψαντο καὶ δύο τῶν ἐπιθαλασσιδίων ἐκπορθήσαντες φρούρια οἴνου τε ὡς πλείστου καὶ ποταμίου τὰς ναῦς ἐμπλήσαντες ὕδατος πνεύματός τε ἐπιφόρου τυχόντες ἐς Κύπρον ἀνήχθησαν. ταῦτα δὴ συμπεσόντα Ῥαϊμοῦνδον τὴν ἐς Βυζάντιον στείλασθαι ἠνάγκασαν· ἀφικομένῳ δὲ οὐ