1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

22

εἶναι, καὶ ὡς κατ' ἔθος τὸ αὐτῶν τοὺς ἐκ γειτόνων Ῥωμαίων ἤδη καὶ νῦν ληστεύσαντες λαφύρων πλησάμενοι ἥκουσι. καὶ δὴ τῶν περὶ αὐτὸν συχνοὺς ἀπολεξάμενος στρατιωτῶν σπουδῇ διαφῆκεν ἐπὶ τὴν δίωξιν. ὁ δὲ εἰς ἄποπτόν τι χωρίον ἀναδραμὼν ἐνταῦθα σὺν ὀλίγοις ἀποσκοπῶν ἵστατο. ἐν τούτοις δὲ οἱ Πέρσαι συσκευασάμενοι ἐκεῖθεν ἀπήλαυνον. ὡς δὲ τάχιστα πρὸς τῶν Ῥωμαίων καταλαμβάνεσθαι ἤρξαντο, σποράδην αὐτοὺς φερομένους ἰδόντες, ἀντιστραφέντες ἀντιμέτωποι ἵσταντο. ἀλλὰ Ῥωμαίων ἐπικαταλαμβανόντων νῶτα καὶ πάλιν ἐδίδουν· τοῦτό τε πολλάκις γεγονὸς πολλοὺς Ῥωμαίων ἀπαυδῆσαι ἐποίησεν· ὅθεν καὶ τοῦ διώκειν ἀφέμενοι παλινοδίας ἐμέμνηντο. ὅπερ ὁ βασιλεὺς κατανοήσας (ἑστήκει γὰρ ἀνωτάτω που ὥσπερ ἔφην ἀποσκοπῶν) αὐτίκα ὡς εἶχε τάχους ἀθωράκιστος ἐπ' ἐκείνους ἐχώρει. Πέρσαι δὲ ἐπειδὴ πολλοὺς Ῥωμαίων τῇ διώξει ὥσπερ ἔφην ἤδη ἐκ-κακήσαντας χωρὶς ἀπ' ἀλλήλων γεγονότας εἶδον, κομιδῇ ὀλίγους τοὺς ἄλλους κατανοήσαντες ἀμφιβόλους τε ἤδη ἐποιήσαντο καὶ ἐγγὺς ἦλθον τοῦ μέγα τι καὶ ἀνήκεστον δρᾶσαι, εἰ μὴ βασιλεὺς ἀπροσδόκητος αὐτοῖς ἐκφανεὶς τοῦ κινδύνου διεσώσατο. φεύγουσι τοίνυν ἀεὶ ἀμφεπόμενος Πέρσαις πολύν τινα κατέτριψε χρόνον. ὅθεν καὶ ἐπειδὴ τοῦ ἵππου κεκμηκότος ἤδη ᾔσθετο, αὐτὸς μὲν αὐτοῦ που ἔμεινε, τὸν ἐν τοῖς μάλιστα δρομικὸν ὄντα τῶν ἵππων αὐτῷ κομισθῆναι καραδοκῶν, ὃν καὶ Ἀγρίμην τὸ τάχος αἰνιττόμενοι ἐκάλουν. Ῥωμαίων καὶ τοῖς ὅσοι κατόπιν αὐτοῦ καθ' ἕνα καὶ σποράδην ἰόντες ἀεὶ ἐπικατελάμβανον, ἐκέλευε διώκειν ἔτι μᾶλ 61 λον μηδ' ἀνίεσθαι τῆς προθυμίας. ἄλλοι μὲν μετὰ πλείστην ὅσην τὴν δίωξιν ἐπειδὴ μηδὲν ἀνύτειν εἶχον τόν τε χῶρον ἔνθα ἐπιπλεῖστον ἐκπεπτωκότες ἦλθον ἔρημόν τε καὶ δεινῶς ἄβατον ἔγνων, ὀπίσω ἐχώρουν. ὁ δὲ τῷ ἐξαδέλφῳ περιτυχὼν Ἀνδρονίκῳ, οὗ πολὺν ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα λόγον, τὴν ἐπὶ τοὺς πολεμίους ἰόντι καὶ αὐτῷ πολλὰ βιασάμενος τὸν ἵππον ἀφεῖται. ἐπιβὰς δὲ αὐτὸν μὲν αὐτοῦ μένειν εἴασεν ἐπισκήψας ὃν εἴρηται Ἀγρίμην ὅσον οὐκ ἤδη κομισθησόμενον λαβεῖν οὕτω τε σὺν αὐτῷ ἐπὶ τὴν μάχην ἐλθεῖν, ὁ δὲ τὴν ἐπὶ τοὺς πολεμίους ἐφέρετο. Πέρσαις δὲ δίχα διῄρηται τὸ στράτευμα. καὶ τὸ μὲν πρόσθεν τὴν ἵππον ἐπαγόμενον πᾶσαν ἐχώρει, ὅση ἄνευ ἐπιστρωμάτων ἀγελαία τούτοις εἵπετο· τὸ λοιπὸν δὲ κατόπιν ἐπορεύετο Ῥωμαίους ἐπιόντας ὑποδεξόμενον. ὡς δὲ οὐδεὶς οὐδαμῶς Ῥωμαίων ὑπεφαίνετο, θαρσήσαντες τοῦ λοιποῦ συνῄεσάν τε ἀλλήλοις καὶ τὴν ἵππον ἄνετον ᾗπερ εἴρηται φερομένην ἐφ' ἕνα χῶρον ξυνάγειν διενοοῦντο. ἐπειδή τε βασιλέα μόνον ἐκ πάντων Ῥωμαίων ἀθωράκιστον ἐπ' αὐτοὺς ἰόντα κατενόησαν, ἀθρόοι λοιπὸν ἐπ' αὐτὸν ἐξεχέοντο ἐντείνοντές τε τὰ τόξα καὶ ἀλλήλοις ἐγκελευόμενοι. ὁ δὲ ἡρωικόν τινα καὶ ἀνδρείας πρόσω τρόπον ἀναλαβών, ἐπειδὴ κύκλωσίν τινα αὐτοῦ πρὸς τῶν πολεμίων γεγονέναι ἀδύνατα εἶναι κατενόει (χῶρος γάρ τις ἀμφιλαφὴς ἐκ θατέρου παρακείμενος μέρους ἐκ ποδῶν εἰς τοῦτο αὐτοῖς καθειστήκει), τὴν συμπλοκὴν ἀναδέχεται, πλείστους τε αὐτῶν ἐπὶ στόμα κατενεγκὼν τοὺς λοιποὺς εἰς φυγὴν βλέψαι ἠνάγκασεν. ὅτε καὶ 62 τῶν τις βαρβάρων ἐκείνων τὴν βασιλέως οὐχ ὑπομείνας ἀκμὴν ὕπτιός τε διὰ τοῦτο τῷ ἐδάφει προσερεισθείς, ἐπειδὴ προσωτέρω ἱππαζόμενον αὐτὸν κατενόει, βέλος ἀφεὶς ἄκρου τυγχάνει τοῦ ποδὸς ὄπισθεν, ἔνθα μετὰ τὰ σφυρὰ ἐπὶ πτέρναν ἡ φύσις ἀναχωροῦσα τὴν ἐξοχὴν ποιεῖται. καὶ ὁ μὲν καὶ δευτέραν πέμψειν ἠπείγετο, βασιλεὺς δὲ προτερήσας τὴν ὁρμὴν τῶν τριχῶν εἷλκε ζωγρείαν, σὺν αὐτῷ δὲ τὴν ἐπὶ τὸ στρατόπεδον ἰὼν Ἀνδρονίκῳ συναντᾷ. ἤδη γὰρ τοῦ βασιλείου ἐνεχθέντος αὐτῷ ἵππου ὀχησάμενος κατὰ Περσῶν καὶ αὐτὸς ἤλαυνε, πολλά τε τῆς ἐπὶ τὰ πρόσω πορείας εἴργων, ἅτε παντάπασιν ἄνοπλον ὄντα καὶ αὐτόν, ἐπειδὴ μὴ πείθειν εἶχε (θάρσει γὰρ καὶ οὗτος ἀπείρῳ διῳκεῖτο καὶ ἔπνει τὰς μάχας, ἐπιεικῶς τὸ δόρυ χειρίσας καὶ τὴν ἀσπίδα, οἷς καὶ αὐτοῖς οὐχ ὡς ἰδίοις ἐχρῆτο ἀλλά τινος τῶν ἀπὸ δόξης ἀφελόμενος ἔτυχεν), αὐτὸν μὲν ἀφῆκε πορεύεσθαι· ὁ δὲ