1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

14

ἡβηδὸν ἀπολέσειε. πλὴν ἀλλὰ τοῦ μὲν σκοποῦ οὐ πάντῃ διήμαρτεν. οὐ μὴν καὶ χεῖρας ἔχρησε τῇ μάχῃ ἐκείνῃ. ὡς γὰρ ὀξέως τὸν Μύσιον διαβὰς Ὄλυμπον ἄχρι τε ἐς τὸν Πιθηκᾶν γεγονώς, ἔνθα φρούριον αὐτὸς ἐδείματο καρτερόν, νύκτωρ διὰ τῶν ταύτῃ ὀρῶν ἐπορεύετο, ἃ τῇδε ἀποκρέμαται ὑψηλὰ καὶ δεινῶς λάσια, ξυνέβαινεν ἐκ τῶν κατὰ τὰς λόχμας ἀναγομένων ἀτμῶν ἐμπιπλαμένης αὐτῷ τῆς κεφαλῆς ἀθρόον 39 κατενηνέχθαι, ὡς μηκέτι μηδὲ ἀναστῆναι δύνασθαι. μέχρι μὲν οὖν καὶ περὶ μέσας νύκτας σχεδόν τι καὶ ἀνεπαισθήτως εἶχεν αὑτοῦ, μετὰ δὲ ὀλίγον ἀνασφήλας εἶτα ῥᾴων ἐς τὴν ὑστεραίαν γεγονώς, αὐτὸς μὲν ἡσυχῆ ἔμεινε, μοῖραν δὲ τοῦ στρατεύματος ἀπολεξάμενος ἱκανὴν ἅμα στρατηγοῖς ἐπὶ τὸ ἔργον διαφῆκεν, οἳ καὶ οὐκ ἐς μακρὰν δυνάμεσι περιτετυχηκότες ἐχθρῶν, ἐπειδὴ καθυπέρτεροι τῇ μάχῃ ἐγένοντο, λαφύρων τε μέγα τι περιεβάλοντο χρῆμα καὶ σὺν τροπαίοις ἐκεῖθεν ἀνέστρεψαν. βασιλεὺς μὲν ταῦτα ἔπρασσε. Πέρσαι δὲ ἐν τούτῳ συσκευασάμενοι στρατῷ μεγάλῳ τῇ Θρακησίων ἐμβάλλουσι γῇ, οὐδενός τε σφίσιν ἀντιστρατοῦντος (Θεόδωρος γὰρ ᾧ Κοντοστέφανος ἐπίκλησις ἦν, τούτου δὴ ἕνεκα πρὸς βασιλέως πεμφθείς, οὔπω ἔφθη τὸν στρατὸν ἀγείρας τῇδε καταλαβεῖν) ἄχρι καὶ ἐπί τι τῶν οὐκ ἄπο θαλάσσης χωρίων, ὃ Κελβιανὸν ὀνομάζεται, προνομεύοντες ἦλθον, λείαν τε ὡς πλείστην ἐπαγόμενοι ἀνεχώρησαν. τούτων ἐπειδὴ βασιλεὺς ἤκουσεν, οὐκέτι κατέχειν ἑαυτὸν οἷός τε ἐγένετο. ταχὺ γοῦν συσκευασάμενος ὅλαις ὁρμαῖς τὴν ἐς Ἰκόνιον ἐφέρετο, γράμμασι περὶ τούτου τῷ σουλτὰν μεμηνυκὼς πρότερον. εἶχε δὲ τὰ γράμματα ὧδε. "εἰδέναι βουλόμεθά σε πράγμασιν ἐγχειρεῖν, ἃ τὴν ἡμετέραν κατὰ σοῦ διερεθίζουσιν ἔφοδον. Πρακανάν τε γὰρ οὐδέν σοι προσήκουσαν αὐτὸς ἀφελόμενος ἔχεις, καὶ πρός γε Ῥωμαίων ἔναγχος ἐπῆλθες τῇ γῇ. σὺ δὲ καὶ Ἰαγονπασὰν ἀνδρὶ Ῥω-μαίοις ὑποσπόνδῳ πλείστοις τε ἄλλοις τῶν τῇδε φυλάρχων οὐκ 40 ἀνίεις τρόπῳ τινὶ πολεμῶν. καίτοι ἔδει σε ἄνδρα ξυνετὸν ὄντα ἐκεῖνο κατανοεῖν ὡς οὐκ ἄν ποτε Ῥωμαῖοι τοιάδε περιφρονούμενοι καταδέξαιντο ἄν, καὶ λελείψεταί σε πολυπλασίαν ἅμα θεῷ τὴν ποινὴν ἀποδοῦναι. ἢ τοίνυν ἀπόσχου τῶν παραλόγων, ἢ μὴν ἐν παρασκευῇ ἔσο ὡς αὐτίκα Ῥωμαίους ὑποστησόμενος." τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν. ὁ δὲ ταύτην αὐτῷ κομισθεῖσαν ἀναλεξάμενος τὴν ἐπιστολὴν ἀμείβεται ὧδε. "ἐδεξάμεθά σου τὰ γράμματα, μέγιστε βασιλεῦ. καὶ δὴ καὶ παρεσκευάσμεθα ὥσπερ ἐκέλευες. σὸν δ' ἂν εἴη λοιπὸν ἐπιταχήσειν τὴν ἄφιξιν, μηδὲ μακραῖς ἡμᾶς ἐνταῦθα διάγειν ἐπαγγελίαις. τἆλλα δ' ὅπως ἔσται θεῷ καὶ ἡμῖν μελήσει. χῶρος δ' ἡμῖν εἰς ξυντυχίαν Φιλομίλιον τόδε ἔστω, οὗ δὴ ἐν τῷ παρόντι ἡμᾶς ἐστρατοπεδεῦσθαι ξυμβαίνει." τούτοις ὁ σουλτὰν φορτικώτατα βασιλεῖ διαμειψάμενος, ὁ μὲν αὐτοῦ που ἐν Φιλομιλίῳ, ἔνθα τὸ πρῶτον ἐνστρατοπεδευσάμενος ἔτυχε, σὺν τῷ πλείονι τοῦ Περσῶν ἔμεινε στρατοῦ, μοῖραν δέ τινα τούτων ἀποτεμόμενος ὑπαντιάζειν Ῥωμαίοις ἐπιοῦσιν ἐξέπεμπεν. οἳ καὶ οὐκ εἰς μακρὰν ἀγχοῦ πόλεως Ἀκρουνοῦ περί τινα χῶρον ᾧ Καλογραίας βουνὸς ἡ κλῆσίς ἐστι βασιλεῖ γεγονότι συμμίξαντες ἡττήθησάν τε κατὰ κράτος καὶ φυγαδίαι ἐπὶ τὸν σουλτὰν ἦλθον. πολλοί τε ἄλλοι καὶ Χαιρὴς παρὰ Πέρσαις ὀνομαστὸς Ῥωμαϊκῆς ἔργον ἐγένετο μαχαίρας. ὁ δὲ τῷ συμπεσόντι καταπλαγεὶς τὴν ψυχὴν, οὐδ' ὅσον ἐνσκευάσασθαί τι, οὐδ' ὅσον κομίσασθαι τῶν πρὸς τὴν χρείαν τῷ χώρῳ ἐπιμείνας ᾤχετο φυγὰς ἐκεῖθεν ἀπιών. ὃ πυθόμενος βασιλεὺς ἀμφοτέρων 41 τε ἐπικερτομῆσαι αὐτὸν διανοηθείς, θράσους τε τοῦ πρότερον καὶ δειλίας τῆς εἰσέπειτα τοῦ μετρίου πέρα γεγενημένον, ἐπέστειλεν αὐτῷ τοιάδε. "ἔδει μέν σε, ὦ γενναῖε, ἐκεῖνο καλῶς εἰδότα, ὡς ὅσον αἰσχρόν ἐστιν ἡ δειλία τοσούτῳ μᾶλλον αἴσχιον γίνεται, ὁπηνίκα θράσος αὐτῆς προηγησάμενον τύχοι, μὴ οὕτως ἀνεπιστρόφως τῶν ἐς τὸν πόλεμον ἔχειν. ἐπεὶ δ' ὥσπερ παντάπασιν ἐπιλελησμένος λήματός τε τοῦ προτέρου, ὧν τε ἔναγχος ἐς τὴν ἡμετέραν ἐπέστειλας βασιλείαν λόγον πεποιημένος οὐδένα ἀποτρέχεις οὐκ οἶδα ὅπη, ἡμεῖς ἰδού σοι τούτων ἀνάμνησιν φέρομεν. εἰ μὴ