1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

32

βασιλίδι ἀνασώσαιτο Εἰρήνῃ, ἣν καὶ αὐτὸς ξυγγενῆ οὖσαν τῷ βασιλεῖ κατηγγύησεν. ὁρκίοις οὖν δευτέροις αὐτός τε καὶ Φρεδερίκος τὰ σφίσι δεδογμένα πιστώσαντες τῆς Ῥωμαίων ἀπαλλάττονται γῆς. Κορράδῳ μὲν οὖν ἐνταῦθα τέλος ἔσχον τὰ πράγματα. τῷ δὲ Γερμανῶν ῥηγὶ ἐκ Παλαιστίνης ἀναγομένῳ σὺν ναυσίν, αἳ πολλαὶ παρὰ τὰς ἐκεῖ σαλεύουσαι ἀκτὰς μισθοῦ τοῖς βουλομένοις παρέχονται τὴν περαίωσιν, τοιάδε τινὰ ξυνέπεσε. νῆες Σικελαὶ ἐπὶ καταδρομῇ γῆς Ῥωμαίων ἐξιοῦσαι πρότερον ἐνταῦθά που τοῦ πελάγους ἐφέροντο. ταύταις Ῥωμαίων στόλος περιτυχών, οὗ ὁ Χουρούπης κατῆρχεν, εἰς χεῖρα ἦλθε. τύχῃ δέ τινι μαχομένων τῶν στόλων ἀμφοῖν συνέπλεε τούτοις καὶ ὁ ῥήξ. ἐπικρατεστέρων δὲ τῇ μάχῃ τῶν Ῥωμαίων ἤδη γεγενημένων παρ' ὀλίγον ἦλθε τοῦ ἁλῶναι καὶ αὐτὸς ἐξ αἰτίας τοιᾶσδε. ἐπειδὴ ταῖς Σικελῶν καθάπερ εἴρηται ξυνέμιξε ναυσίν, ἐκβὰς τὴν ἑαυτοῦ Σικελικὴν εἰσεπήδησε τριήρην, καὶ εἰ μὴ ταχὺ τοῦ κινδύνου συνιεὶς τῶν Ῥωμαίοις συμμαχίδων τινὸς σημεῖα ἐνέθετο φθάσας 88 αὐτῇ, τάχα ἂν ὑπὸ ταῖς Ῥωμαίων ἐγεγόνει χερσί. νῦν δὲ πλείστους τῶν σὺν αὐτῷ ἀποβαλὼν λάφυρον τοῦ πολέμου γεγενημένους αὐτὸς μόγις ἐσώζετο. ἀλλὰ βασιλέως ἑξῆς δεηθεὶς τούς τε αἰχμαλώτους ἔλυσε καὶ τὰ διηρπασμένα κεκόμιστο πάντα. ἐνταῦθά τε πέρας ἡ τῶν ἑσπερίων ἐθνῶν εἰς τὰ Ῥωμαίων ἔσχηκεν ἐμβολή. 20. Κορράδος δὲ εἰς τὴν πατρίδα παλινοστήσας, ὀλίγον ἐπιβιοὺς ἐτελεύτησεν, οὐδὲν οὐδέπω ὧν βασιλεῖ διωμολόγηκε πέρατι δεδωκώς. μεθ' ὃν Φρεδερίκος τὴν ἀρχὴν ἔσχεν. ὅθεν δὲ ἐπὶ Φρεδερίκον μετὰ Κορράδον τὸ Ἀλαμανῶν ξυνέπεσε κράτος, ὁ λόγος ἑξῆς παραστήσει μοι. ὁ Ἀλαμανῶν ῥὴξ Ἔρριχος ἔτι περιόντα τὸν πατέρα καθείρξας τοῦ Ῥώμης τε ἀρχιερέως πολέμῳ περιγεγονὼς αὐτὸς παρανομώτατα τὴν ἀρχὴν ἔσχεν. οὗ δὴ ἕνεκα ἀμυνόμενοι τοῦτον Ἀλαμανοί, τετελευτηκότος οὐκέτι παισὶ τοῖς αὐτοῦ τὴν ἡγεμονίαν ξυγχωρεῖν ἔγνωσαν (ἦσαν δὲ αὐτῷ παῖδες Κορράδος τε οὗτος καὶ ὁ Φρεδερίκου πατήρ), Λουτήρην δέ τινα ἄνδρα ἐσχατογέροντα καλέσαντες ἐπὶ τὴν ἀρχήν, τούτῳ τὴν Ἀλαμανῶν ἐπικράτησιν ἔδοσαν. ἀλλ' ἐκεῖνοι οὐκ ἀνασχόμενοι εἰ τῆς πατρῴας ἐκπεσοῦνται ἀρχῆς, νεωτέροις ἐγχειρεῖν ἔγνωσαν πράγμασιν. ὃ γνοὺς ὁ Λουτήρης, γέρων μὲν καὶ ἄλλως ἀκριβῶς ὢν καὶ ἡλικίας πόρρω ἥκων, φύσει δὲ καλοκαγαθίᾳ συνὼν ἀεὶ καὶ οὐδὲν ὅ τι μὴ σὺν ἁπλότητι καὶ λέγειν καὶ πράττειν εἰδώς, ὡμολόγει ἐπ' αὐτοὺς μὲν ἀρχὴν διαβιβάσαι, 89 ἐπειδὰν τὸ χρεὼν αὐτὸν καταλήψεται. ἐπειδὴ γοῦν ὀλίγῳ ὕστερον ἀπεβίω, τοῦ κλήρου ἐπὶ τὸν πρεσβύτατον τῶν ἀδελφῶν πίπτοντος, λέγω δὲ τὸν Φρεδερίκου πατέρα, αὐτὸς τὸν ἕνα πεπηρωμένος τοῖν ὀφθαλμοῖν Κορράδον τὸν ἀδελφὸν ἀνθ' ἑαυτοῦ εἵλετο, ὅρκοις ὁμολογήσαντα πρότερον ἐς Φρεδερίκον τὸν υἱέα τὴν ἀρχὴν ἐπειδὰν θνήσκοι διαβιβάσαι. διὸ Κορράδος τελευτῶν, ὥσπερ ἔφην, Φρεδερίκῳ τὸ στέμμα περιετίθει. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχε. τὰ δὲ τῶν Σικελῶν πολέμων ἐντεῦθεν ἀρχὴν εὗρεν.

ΒΙΒΛΙΟΝ Γ. 1. Ῥογέριος ἦν τις ἀνήρ, ἐς κόμητας μὲν τὸ πρῶτον τελῶν, δραστήριος δὲ

ἄλλως καὶ ῥέκτης ἀνὴρ δεινός τε πράγματα ῥάψαι καὶ τὰ καθεστῶτα κινῆσαι δεξιός. οὗτος Γιλιέλμῳ τῷ Λογγιβαρδίας δουκί, ὑφ' ὃν ἐτέτακτο, ἐς Παλαιστίνην ἀπαίροντι χρήματα δεδανεικὼς τὴν Λογγιβαρδίας ἀρχὴν τούτου δὴ ἕνεκα ἐνεχυρασθεῖσαν αὐτῷ ἔσχε, τὸν Ῥώμης τε ἀρχιερέα τρόπῳ τῷ ῥηθησομένῳ βιασάμενος ῥὴξ παρ' αὐτοῦ προκεχείριστο. ἐπειδὴ γὰρ Λογγιβαρδίαν πρὸς Ῥογερίου ἔχεσθαι ὁ τῷ τηνικάδε τὸν Ῥώ-μης διέπων ἤκουσε θρόνον, ἤσχαλλεν ἐπὶ τῷ τολμήματι, ἐκκλη 90 σίᾳ τῇ αὑτοῦ φάσκων προσήκειν ἀνέκαθεν αὐτήν. ἐφ' οἷς ὁ Λουτήρης δεινοπαθήσας, οὐκ ἀνασχόμενος εἰ τὸ πάπα περιφρονοῖτο ἀξίωμα, στρατῷ μεγάλῳ εἰς