1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

71

αὐτοκράτορα τοῦτον φάλαγξιν ὅλαις ἀντικαθιστάμενον Περσικαῖς. ἀλλὰ ταῦτα μὲν κατὰ καιρὸν ἡ ἱστορία 193 διηγήσεται, τὸ δὲ νῦν τῶν προτεθέντων ἐχώμεθα. εἶχε μὲν τὸν βασιλέα τὰ τῶν χώρων ἐκείνων ὑψηλά, ὁ δὲ Ῥωμαίων στρατὸς ἐνδοτέρω ἤδη χωρήσας ἔλαθε στρατεύμασι Περσικοῖς ἐξ ἀπροσδοκήτου περιτυχών. ἀγχεμάχου τοίνυν γενομένης τῆς προσβολῆς, ἐπειδὴ πονεῖσθαι τὸ Ῥωμαϊκὸν ἤρξατο, αἰσθόμενος ὁ βασιλεὺς ἀπὸ ῥυτῆρος ἐπ' αὐτοὺς ἤλαυνε, μήτε θώρακα ἐνδὺς μήτε τῳ τῶν ἄλλων ὅτι μὴ ἀσπίδι τὸ σῶμα φραξάμενος. ταχὺ γοῦν εἰς μέσους εἰσωθήσας τοὺς πολεμίους ἑαυτὸν ἔργα χειρὸς ἐπεδείκνυ θαυμαστὰ τῷ ξίφει παίων ἀεὶ τὸν παρατυγχάνοντα· ὅτε καὶ νῶτα δεδωκότων ἤδη αὐτὸς κατόπιν, δόρατος αὐτῷ κομισθέντος, ἐδίωκεν οὐδένα καιρὸν ἀνιείς. μέχρι μὲν οὖν πολλοῦ ἔφευγον ἀμεταστρεπτί, μηδὲ ἐκεῖνο κατανοεῖν ἔχοντες εἰ πολυανθρωπότατον οὕτω στράτευμα πρὸς ἀνδρὸς διώκοιτο ἑνός. τὸ γὰρ δέος κατάκρας αὐτῶν περιγεγονὸς ἐπεσκότει ταῖς ὄψεσι δεινῶς. ἐπεὶ δέ ποτε διέγνωστο σφίσι τὸ πρᾶγμα, πολλὰ τῆς ἀνανδρίας ἀλλήλους ἐπιτωθάσαντες ἀθρόον ἐπεστράφησάν τε καὶ ἀντιμέτωποι αὐτῷ ἔστησαν. οὐ μὴν ἤδη ἀκρατῶς ἐξεχέοντο καθάπαξ τῷ δέει τὰς ὁρμὰς ἀνασειραζόμενοι· φαρέτρας δὲ ὅλας ἐκένουν, ὁ δὲ τῇ ἀσπίδι παρ' ἑκάτερα στρεφόμενος τὰς βολὰς ἀπωθούμενος ἔξω βελῶν τὸ σῶμα διετήρει. ἦν δέ τις ἐν Πέρσαις ἀνὴρ θυμοειδὴς καὶ δραστήριος. οὗτος ἐπειδὴ μηδένα ἐξ ἁπάντων βασιλεῖ πρὸς μάχην ἀντικαθιστάμενον ἑώρα, ὑπερζέσας τῷ θυμῷ τῶν συμφύλων αὐτῷ τινος τὸ ξίφος τῶν χειρῶν ἀποσπάσας ὡς πατάξων ἐφέρετο τοῦτον. ἀλλ' ὁ αὐτοκράτωρ τῶν 194 τριχῶν λαβόμενος ἄλλοις εἷλκεν ἅμα τρισὶ γενναίοις καὶ τούτοις· ἐφ' οἷς ἀντιπράττειν οὐκ ἔχοντες οἱ ἄλλοι, ᾤχοντο ἀπιόντες. βασιλεὺς δὲ σὺν τοῖς εἰρημένοις ἐπὶ τὸ στρατόπεδον ἐπανῆκεν, ἐπειδή τε τὴν χειμερίαν ὥραν σφοδροτέραν ἐγκειμένην ἑώρα, ἐπὶ Βυζάντιον ἐχώρει. 23. Ἀλλ' ἄρτι μὲν ἡ κατὰ Βιθυνίαν εἶχε τοῦτον πολίχνη, ἔνθα τοὺς ἐκ Φιλομιλίου δεσμώτας Ῥωμαίων ἐνοικισάμενος ἔφθη (Πύλαι ταύτῃ τὸ ὄνομα), καὶ πρέσβεσιν ἐκ τοῦ σουλτὰν ἀφικομένοις ἐνταῦθά που χρηματίσας, ἐπειδὴ μηδὲν ὑγιὲς αὐτοὺς ἀπαγγέλλοντας ἔγνω, αὐτοὺς μὲν ἀπεπέμψατο ἀπειλησάμενος, ὅτι γε μὴ κατὰ γνώμην αὐτῷ ποιούντων οὐκ εἰς μακρὰν ἡ Ῥωμαίων τῆς σφετέρας καταδραμεῖται ἵππος καὶ ληΐσονται πάντα πολλῷ μᾶλλον ἢ νῦν. ὁ δὲ ἐπ' ὀλίγον τῇ Αὐγούστῃ συνδιατρίψας χρόνον, εἶτα ἐκεῖθεν μεταβὰς (εἶχε γὰρ αὐτὸν χωρίον τηνικάδε ἐς τὴν περαίαν διαβάντα Ῥιτζίον πρὸς τῶν ἐγχωρίων κεκλημένον), ἐπὶ τὴν ἀντίπορθμον ἦλθεν, ἐκεῖθέν τε ὁδῷ προϊὼν διὰ τῶν ἀγχιάλων πόλεων ἐπὶ τὴν Φιλαδέλφου καταλαμβάνει, ὅθεν συσκευασάμενος ἐμβάλλει τῇ Περσικῇ. οἱ μέντοι πρέσβεις διὰ τῶν ∆ορυλαίου πεδιάδων ἰόντες, ἀγνῶτές τε διὰ τοῦτο τὸ παράπαν τοῦ βασιλέως ἐπὶ τὴν αὐτῶν ἦσαν ὁρμήν, καὶ τοῖς Βυζαντίου προαστείοις διατριβὴν αὐτὸν ποιεῖσθαι ἰσχυρίζοντο. ὅθεν καὶ τῆς Ῥωμαίων ἐφόδου πανταχόθεν διαγγελλομένης, Πέρσαι τὰ πρῶτα κομιδῇ ἄπιστον εἶναι τὸ πρᾶγμα ἡγοῦντο, ἐπεὶ δὲ αὐτοπτησάντων ἤδη πολλῶν ἤκουσαν, τότε δὴ πανστρατὶ κινηθέντες 195 ὑπαντιάσειν ἠπείγοντο. ἐπ' οὐδενὶ γὰρ οὕτω παθαίνεται βάρβαρος ὡς ἐπὶ χρημάτων ἢ κτημάτων ἀποβολῇ. βασιλεὺς δὲ ἔτι μηδέπω γνῶναι Πέρσας τὰ πρασσόμενα οἰηθείς, τὸ μὲν ἄλλο Ῥωμαίων στράτευμα πρόσω ἐπὶ διαρπαγῇ ἔπεμψεν, ὁ δὲ κατόπιν σὺν ὀλίγοις ἐχώρει. ὅθεν καὶ Πέρσας κεκινῆσθαι ἤδη παμπληθεὶ ἀκούσαντες Ῥωμαῖοι, συνεταράχθησαν μὲν ὡς τὸ εἰκός, ἄλλως τε καὶ βασιλέως μὴ συμπαρόντος αὐτοῖς, ὡς δὲ ἤδη ἀνεμίγνυτο τούτοις καὶ αὐτός, ἔγνω γὰρ τὴν Περσῶν ἔφοδον, ἀναθαρσήσαντες λοιπὸν συντονώτερον ἐπορεύοντο. ἐπεὶ δὲ ὀψὲ τῆς ἡμέρας ἦν, τῶν ἵππων ἀποβάντες τοῖς τε ἵπποις φορβὴν κατὰ τὸ ἔθος ἐδίδουν καὶ πρὸς βραχὺ διαναπαυσάμενοι, νυκτὸς ἤδη ἐπιλαβομένης, ἄραντες ὑπὸ λαμπτῆρσι τὸν δρόμον ἐποιοῦντο. ἔστι δὲ τὸ τῶν λαμπτήρων χρῆμα τοιοῦτον. κύβον τινὰ σιδήρου πεποιημένον ὀρθὰς τούτῳ