1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

103

10. Ἐν τούτῳ δὲ καὶ ὁ Παλαιστίνης ῥὴξ ἐπὶ Βυζάντιον ἦλθε περὶ ὧν ἔχρηζε βασιλέως δεησόμενος. τυχὼν δὲ ὧν ἐδεῖτο ἄλλα τε πολλὰ καὶ δουλείαν ἐπὶ τούτοις βασιλεῖ διωμολόγηκεν. ὑπὸ τοῦτον τὸν χρόνον καὶ Οὐεννέτους, ὅσοι ἔν τε Βυζαντίῳ καὶ ταῖς ὅπου δήποτε Ῥωμαίων ᾤκηνται χώραις, δημοσίαις φρουραῖς παραπέμψας τὰς οὐσίας ἀναγράπτους εἰς τὸ δημόσιον ἐποιήσατο, ἀπ' αἰτίας ἧς αὐτὸς ἐρῶν ἔρχομαι. Οὐεννέτων ἡ χώρα κεῖται μὲν ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, θαλάσσῃ δὲ ἀμφίρρυτος οὖσα τέναγός τι προβάλλεται τῆς ἀκτῆς μακρὸν ὅσον. ἔνθα τῆς ἡμέρας ἡ θάλασσα πολλάκις προσιοῦσα καιρὸν μέν τινα πλώϊμον αὐτὸ ποιεῖται, τὸν πορθμὸν δ' αὖθις ἀναλύουσα ἀπόρευτον παντάπασι ναυσί τε καὶ ἀνθρώποις ἐργάζεται. ἔστι δὲ τὸ ἔθνος ἤθει μὲν διεφθορός, βωμολόχον εἴπερ τι καὶ ἀνελεύθερον, ἅτε καὶ ἀπειροκαλίας μεστὸν ναυτικῆς. οὗτοι Ἀλεξίῳ ποτὲ βασιλεῖ χεῖρα παρασχόμενοι σύμμαχον, ὁπη 281 νίκα Ῥομπέρτος ἐκεῖνος ἐξ Ἰταλίας ἐπὶ ∆υρράχιον διαβὰς ἐπο- λιόρκει τὴν χώραν, ἀμοιβῆς τυγχάνουσι τῆς τε ἄλλης καὶ δὴ καὶ στενωπὸς αὐτοῖς ἐν Βυζαντίῳ ἀποτέτακτο, ὃν Ἔμβολον ὀνομάζουσιν οἱ πολλοί, μόνοι τε τῶν ἁπάντων διὰ τοῦτο τὰς κατ' ἐμπορίαν δεκάτας οὐδενὶ Ῥωμαίων ἐξ ἐκείνου παρέσχοντο. τοίνυν καὶ τὸ ἀσυμμέτρως ἐντεῦθεν πλουτεῖν ταχὺ ἐς ἀλαζονείαν αὐτοὺς ἦρεν. ἀνδρὶ μέντοι πολίτῃ ὅσα καὶ ἀνδραπόδῳ προσεῖχον, ἀλλ' οὐχ ὅπως τῶν πολλῶν τινι καὶ δημοτικῶν, ἀλλὰ κἄν τις ἐπὶ σεβαστότητι ἐφρόνει κἂν ἐπὶ μεῖζόν τι προῆκε τῶν παρὰ Ῥωμαίοις σεμνῶν. ἐφ' οἷς χαλεπήνας ὁ βασιλεὺς Ἰωάννης ἐκ ποδῶν τῆς Ῥωμαίων αὐτοὺς ἐποιήσατο πολιτείας. ἐντεῦθεν ἀμύνασθαι Ῥωμαίους διὰ σπουδῆς αὐτοῖς ἦν. στόλον οὖν τεκτηνάμενοι νεῶν τούτων ἐπῆλθον τῇ γῇ· ὅτε δὴ Χίον τε εἷλον καὶ Ῥόδου καὶ Λέσβου νήσων κατέδραμον ὀνομαστῶν. ἐπὶ Παλαιστινῶν τε καταχθέντες τὴν γῆν Τύρον ἅμα αὐτοῖς ἐκπολιορκήσαντες εἷλον, τὴν ἐν θαλάσσῃ τε μετιόντες λῃστείαν οὐδεμίαν οἱ κακοδαίμονες ἀνθρώπων ἐλάμβανον φειδώ. δι' ἃ βασιλεὺς ἐπὶ τοῖς προτέροις αὐτοὺς προσηκάμενος ἐπὶ μᾶλλον ἐξῆρεν ἀλαζονείας καὶ τύφου. αὐθάδεια γὰρ κατοθροῦν δόξασα εἰς ἀπόνοιαν ἐκφέρεσθαι οἶδεν. ὅθεν καὶ πολλοῖς τῶν εὖ γεγονότων βασιλεῖ τε καθ' αἷμα προσηκόντων πληγάς τε ἐπέθεντο καὶ ἄλλως πικρότατα ἐπ' αὐτοὺς ὕβρισαν. διῆγον μέντοι ἐπὶ τοῖς αὐτοῖς οὐχ ἥκιστα καὶ ἐπὶ τῶν Μανουὴλ βασιλέως χρόνων, γυναιξί τε Ῥωμαίαις ἑαυτοὺς συνοικίζοντες καὶ οἰκίαις ταῖς αὐτῶν, 282 ὥσπερ οἱ ἄλλοι Ῥωμαῖοι ἔξω τῆς ἐκ βασιλέως δεδομένης αὐτοῖς ἀναστρεφόμενοι διατριβῆς. ἃ μηκέτι φέρειν ἔχων αὐτὸς δίκας ἐπιτιθέναι τῶν ἁμαρτανομένων σφίσιν ἀπήρξατο. τοὺς μέντοι ἐν Βυζαντίῳ ᾠκημένους αὐτῶν τῶν κατ' ἐμπορίαν παραβαλόντων Οὐεννέτων ἀποδιελὼν Βουργεσίους τῇ Λατίνων ἐκάλεσε φωνῇ, πίστεις αὐτῷ δεδωκότας σὺν εὐγνωμοσύνῃ Ῥωμαίοις διὰ βίου τηρήσειν τὸ δούλιον. τοῦτο γὰρ ἑρμηνεύειν αὐτοῖς τὸ ὄνομα βούλεται. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Οὐέννετοι Λαμπάρδοις μηνίσαντες ἅτε γνώμης ἀπορραγεῖσι τῆς αὐτῶν ἐπανέστησάν τε αὐτοῖς καὶ τὰς οἰκίας εἰς ἔδαφος καθελόντες ἐπὶ μεγίστοις αὐτοὺς ἐζημίωσαν. ὅθεν καὶ ἐπὶ δίκην αὐτοὺς καλέσας ὁ βασιλεὺς τὰς οἰκίας εἰσαῦθις Λαμπάρδοις ἐγεῖραι ἐδικαίου ὅσα τε σφίσι διήρπαστο αὐτίκα ἀποδιδόναι. ἀλλὰ Οὐέννετοι οὔτε πράττειν οὐδὲν αὐτῶν ἤθελον καὶ ἠπείλουν γε Ῥωμαίοις ἀνήκεστα δράσειν, ἀναμιμνήσκοντες ὧν ἔτι βασιλέως Ἰωάννου περιόντος ἐργάσαιντο. ταῦτα συνιδὼν ὁ βασιλεὺς μηκέτι διαμέλλειν ἔγνω. τοίνυν καὶ ὡς ἐν πανάγρῳ τούτους ἐπὶ τῆς αὐτῆς συλλαβεῖν διανοηθεὶς γράμματα ἁπανταχῆ τῆς Ῥωμαίων ἐξέπεμπε γῆς, δι' ὧν τοῖς τὰς ἀρχὰς διέπουσι δῆλον τὸν χρόνον ἐποίει, καθ' ὃν αὐτοὺς χεῖρας Οὐεννέτοις ἐπιβαλεῖν ἔδει. καὶ λοιπὸν κατὰ ταὐτὸν οἱ ἐν Βυζαντίῳ τοῖς ἀνὰ τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡλίσκοντο γῆς, φρουραί τε καὶ ἱερὰ τούτους ἐδέχοντο φροντιστήρια. καιροῦ τοίνυν διαγενομένου, ἐπειδήπερ ἐν οὕτω μεγάλῳ τῷ πλήθει στε 283 νοχωρεῖσθαι συνέβαινε τὰς φρουράς, Οὐέννετοι (ἔοικε γὰρ ἀνθρώπων ἀπεγνωκότων δυσμαχώτερον εἶναι μηδὲν) τοιάδε τινὰ ἐτόλμησαν.