1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

1

Epitome rerum ab Joanne et Alexio Comnenis gestarum

ΕΠΙΤΟΜΗ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ ΤΩΙ ΜΑΚΑΡΙΤΗΙ ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΙΩΙ ΙΩΑΝΝΗΙ ΤΩΙ ΚΟΜΝΗΝΩΙ. ΚΑΙ ΑΦΗΓΗΣΙΣ ΤΩΝ ΠΡΑΧΘΕΝΤΩΝ ΤΩΙ ΑΟΙ∆ΙΜΩΙ ΥΙΩΙ ΑΥΤΟΥ ΤΩΙ ΒΑΣΙΛΕΙ ΚΑΙ

ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΩΙ ΜΑΝΟΥΗΛ ΤΩΙ ΚΟΜΝΗΝΩΙ ΠΟΝΗΘΕΙΣΑ ΙΩΑΝΝΗΙ ΒΑΣΙΛΙΚΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ΤΩΙ ΚΙΝΝΑΜΩΙ.

ΒΙΒΛΙΟΝ Α. ΤΗΙ ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΙΩΙ ΙΩΑΝΝΗΙ ΤΩΙ ΚΟΜΝΗΝΩΙ. ΚΑΙ ΑΦΗΓΗΣΙΣ ΤΩΝ ΠΡΑΧΘΕΝΤΩΝ ΤΩΙ ΑΟΙ∆ΙΜΩΙ ΥΙΩΙ ΑΥΤΟΥ ΤΩΙ ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΩΙ ΜΑΝΟΥΗΛ ΤΩΙ ΚΟΜΝΗΝΩΙ ΠΟΝΗΘΕΙΣΑ ΙΩΑΝΝΗΙ

ΒΑΣΙΛΙΚΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ΤΩΙ ΚΙΝΝΑΜΩΙ.

ΒΙΒΛΙΟΝ Α.

1.Οὐδὲ τὸ τῆς ἱστορίας ἔργον ἀφιλότιμον τοῖς πάλαι ἐνομίσθη σοφοῖς. πλείστους μὲν οὖν αὐτῶν καὶ ἐντεῦθεν εὐδοκιμηκέναι ξυνέβη. ὁ μὲν γὰρ τὰ Ἑλλήνων εἰς ἱστορίαν ἔλαβεν ἔργα, ὁ δὲ Κύρου διεξῆλθεν ἀγωγήν τε τὴν ἐκ παίδων καὶ πράξεις, ὅσαι εἰς 4 ἄνδρας ἥκοντι τούτῳ ἐξεπονήθησαν· καὶ καθάπερ ὁπόσα τῷ χρόνῳ φανέντα εἰσαῦθις ἐπικρυβήσεσθαι κίνδυνον εἶχον, ταῦτα ἐκεῖνοι καθάπερ ἐν ἀθανάτοις στήλαις ταῖς βίβλοις ἐντυπωσάμενοι τῷ ἑξῆς παρέδοσαν βίῳ. τὸ μὲν δὴ ἔργον τοιοῦτον. χρὴ γὰρ οἶμαι τούς γε μὴ πάνυ ἀναξίως τούτῳ ἐπιχειρήσοντας εἰδήσεώς τε τῆς περὶ ἕκαστα εὖ ἥκειν καὶ πραγμάτων ὡς ἐπίπαν ἀφεστάναι ὅσα βίῳ τῷδε συνέζευκται διηνεκές· ὧν οὐδέτερον ὅπως οἶμαι χρεὼν ἡμῖν πάρεστιν. οὔκουν οὐδὲ διὰ τοῦτο παντάπασιν ἔργα σιγητέον, ἃ τῷ ἡμετέρῳ δήπου συνέπεσεν αἰῶνι, ἐπιμελητέον δ' ὅπως μὴ καὶ τῆς ἐνούσης ἄρα εὐκαιρίας κατόπιν ἡμῖν ἐλθεῖν γένοιτο. γένοιτο δ' ἄν, εἰ τῶν ἄλλων καθάπαξ ἁπάντων καὶ ὅσα ἐς τὸν κοινὸν ἥκει τῶν ἀνθρώπων βίον τὴν ἀφήγησιν ὑπερβάντες δυεῖν ἔργα παραστησόμεθα βασιλέοιν, ὧν ὁ μὲν ἔφθη πρὸ τῆς εἰς τὸν βίον ἡμῶν προόδου τὸ ζῆν ἀπολιπών, ἅτερος δὲ ἤκμασέ τε ἐφ' ἡμῶν καὶ ἀπῄει τοῦ βίου τὴν βασιλείαν ἀνήβῳ λιπὼν τῷ παιδί. Ἰωάννης οὗτοι καὶ Μανουὴλ οἱ Κομνηνοί. ὅπως μὲν γὰρ εἶχεν ἐξ οὗπερ ἄμφω ἐγενέσθην (ὁ μὲν ἐς πατέρα, ὁ δὲ ἐς πάππον αὐτὸν ἀναφέρων τὴν βασίλειον ἀνεζώσατο ἀρχήν), καὶ ὡς τὰ κοινὰ Ῥωμαίων διῴκησε πράγματα, ἱκανῶς οἶμαι διηγηθέντα ἐπὶ τῶν τὰ ἐκείνου ἀναγραψαμένων οὐ χρὴ καὶ πάλιν ἀναλαμβάνοντας ἐκτιθέναι, ἀλλ' οὐδὲ ὅπως ἐκεῖνος Νικηφόρῳ ἐπανέστη τῷ τηνικάδε τὴν 5 βασιλείαν διέποντι, ἀνδρὶ πόρρω τῆς ἡλικίας ἥκοντι καὶ ἐπὶ δυσμαῖς βίου γεγονότι. πάντα γὰρ ἐς τὸ ἀκριβὲς ἤδη, καθάπερ ἔφην, δεδιήγηνται τοῖς γε μὴ πρὸς ἀπέχθειαν ἐκείνῳ συγγεγραφόσιν. εἰρήσεται δέ μοι τὰ μὲν τοῦ Ἰωάννου κατ' ἐπιτομὴν καὶ ὥσπερ ἐν κεφαλαίῳ, ὅτι μηδ' ἐν τοῖς κατ' ἐκεῖνον, ὅπερ ἤδη ἔφην, γέγονα χρόνοις. τά γε μὴν τοῦ μετ' ἐκεῖνον Μανουὴλ οὐκ οἶδα εἴ τις ἐμοῦ κάλλιον ἐξιστορῆσαι ἔχει, ἐπεὶ καὶ οὔπω μειρακίῳ γε ὄντι μοι πλείστας συνεκδεδημηκέναι οἱ τῶν εἰς ἤπειρον ἑκατέραν συνέβαινεν ἐκστρατειῶν. ἡ μὲν οὖν πρόθεσις αὕτη, καιρὸς δ' ἂν εἴη λοιπὸν εἰς ἀρχὴν τὸν λόγον ἀναγαγόντας ἐντεῦθεν τῆς ἱστορίας ἀπάρξασθαι.

2. Ἀλεξίου τὸν βίον καταλύσαντος, Ἰωάννης καὶ πρότε-ρον πρὸς τοῦ πατρὸς αὐτῷ μνηστευθεῖσαν τὴν βασιλείαν παρέλαβεν, ἐφ' ὅσον τε ὁ καιρὸς ἐπεμέτρει τοῖς πολιτικοῖς ἑαυτὸν ἐπιδοὺς πράγμασιν ἐπὶ τὴν Ἀσίαν ἐξώρμησεν. ἔστι δέ τις ἄγχιστα