1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

22

ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν. Ἐνταῦθα μὲν γὰρ καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριμύτερα ἦν τὰ τραύματα. Ἀλλ' ὅμως τοσούτων τότε ὁπλισθέντων κατ' αὐτοῦ λογισμῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν εὐτάκτως, κοσμοῦντες μᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν μάχαιραν αὐτὸν ἐκτείνοντα, καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ μέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ' οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆμα δεῖξαι τοιοῦτον, οὕτω μεγαλοφυὲς καὶ τῶν οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον· κἂν μυρίους τιθῇς τυραννοκτόνους, οὐδένα τοιοῦτον ἐπιδείξῃς ἡμῖν. Καὶ γὰρ 61.413 ἀγγέλου τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπολιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγμα. Τί τούτου λαμπρότερον; μᾶλλον δὲ τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς ἀκούσωμεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Τί τοῦτο; ὁ πάντα πρὸ γενέσεως αὐτῶν εἰδὼς, νῦν ἔγνω; Καίτοι γε καὶ ἀνθρώπῳ δήλη ἦν ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγματα τῆς περὶ τὸν Θεὸν εὐνοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν τιμὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων· ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούμενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων ἔμαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, μήτι γε ὁ Θεὸς, ὁ μὴ περιμένων ἀπὸ τῶν πραγμάτων μαθεῖν τὸ τέλος. Πῶς δὲ αὐτὸν καὶ ἐδικαίωσεν ἀγνοῶν; Ἐπίστευσε γὰρ, φησὶν, Ἀβραὰμ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ϛʹ. Τί οὖν ἐστι τὸ, Νῦν ἔγνων; Ὁ μὲν Σύρος φησί· Νῦν ἐγνώρισας, τουτέστι, τοῖς ἀνθρώποις. Ἐγὼ γὰρ ᾔδειν πάλαι καὶ πρὸ τῶν ἐπιταγμάτων ἁπάντων ἐκείνων. ∆ιὰ τί δὲ καὶ τοῖς ἀνθρώποις νῦν; Ἐκεῖνα γὰρ οὐχ ἱκανὰ δεῖξαι τὴν περὶ τὸν Θεὸν εὔνοιαν; Ἱκανὰ μέν· ἀλλὰ τοσούτῳ πάντως τοῦτο ἐκείνων μεῖζον, ὡς μηδὲν ἐκεῖνα πρὸς τοῦτο φαίνεσθαι. Τοῦτο τοίνυν ἐπαίρων τὸ κατόρθωμα, καὶ δεικνὺς πάντων ἀνώτερον, ταῦτα εἴρηκε. Καὶ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τοῖς ὑπερέχουσι καὶ τὰ πρῶτα νικῶσιν, οὕτως εἰώθασι λέγειν· οἷον ὅταν τις μεῖζον τῶν προτέρων λάβῃ τι παρ' αὐτοῦ δῶρον, πολλάκις λέγει· Νῦν ἔγνων ὅτι με ἀγαπᾷ ὁ δεῖνα· οὐ τοῦτο λέγων, ὅτι τὸν ἔμπροσθεν ἠγνόει χρόνον, ἀλλὰ δη 61.414 λῶσαι βουλόμενος, ὅτι πάντων μεῖζον τὸ δοθὲν νῦν. Οὕτω καὶ ὁ Θεὸς ἀνθρωπίνως διαλεγόμενος, Νῦν ἔγνων, φησὶν, οὐδὲν ἄλλο ἢ τὴν ὑπερβολὴν παραστῆσαι τοῦ ἄθλου βουλόμενος, οὐχὶ τότε μαθὼν, οὐ τὸν φόβον, ἢ τὸ μέγεθος τοῦ φόβου. Καὶ γὰρ ὅταν λέγῃ, ∆εῦτε, καταβάντες ἴδωμεν, οὐ καταβάσεως δεόμενος λέγει· καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πάντα οἶδε σαφῶς· ἀλλὰ παιδεύων ἡμᾶς, μὴ ἁπλῶς ἀποφαίνεσθαι. Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ