1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

155

τιμωρεῖσθαι, πηροῦν ὑμῶν τὰ σώματα· ὅπερ ἐπὶ Σαπφείρας καὶ ἐπὶ τοῦ Μάγου γέγονε· καὶ ἐδώκαμεν δοκιμὴν τῆς δυνάμεως. Ἀλλ' οὐκ εὐχόμεθα τοῦτο, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ἡμεῖς οὕτω δόκιμοι φανῶμεν· τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας καὶ ἀνίατα νοσοῦντας, ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, τοῦτο εὐχόμεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν, οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιμοι· οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλασεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δόκιμος· ἀλλ' εἰ καί τινες ὑποπτεύουσιν ἡμᾶς, φησὶ, μὴ ἐπιδεικνυμένους τὴν ἰσχὺν ἡμῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤῥιμμένους, οὐδὲν ἡμῖν μέλει τούτου. Βέλτιον ἡμᾶς τοῦτο νομίζεσθαι παρ' ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάμεθα κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ' ὅπερ ἡ τοῦ πράγματος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέγων· Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ἂν γὰρ εὕρωμεν, φησὶν, ὑμᾶς εὐδοκιμοῦντας, ἀποκρουσαμένους τὰ ἁμαρτήματα διὰ τῆς μετανοίας, παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότας· οὐδὲ δυνησόμεθα, κἂν βουληθῶμεν, κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωμεν, οὐ συμπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ. Εἶδες πῶς πανταχόθεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραμυθεῖται τῆς ἀπειλῆς τὸ τραχύ; Πλὴν ἀλλ' ὥσπερ τοῦτο ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐτοῦ δεῖξαι γνώμην οἰκειουμένην αὐτοῖς· διὸ καὶ ἐπήγαγε, Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Μάλιστα μὲν γὰρ, φησὶν, οὔτε δυνάμεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑμᾶς κολάσαι· πλὴν ἐπειδὴ οὐ δυνάμεθα, διὰ τοῦτο οὐ βουλόμεθα, καὶ τοὐναντίον ἐπι 61.603 θυμοῦμεν. Ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρομεν, ὅταν μὴ εὕρωμεν ὑμᾶς ἀφορμὴν ἡμῖν παρέχοντας τοῦ δεῖξαι ἡμῶν τὴν δύναμιν τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαμπροὺς δείκνυσι καὶ δοκίμους καὶ ἰσχυροὺς, ἀλλ' ἡμεῖς τὸ ἐναντίον βουλόμεθα, ὑμᾶς δοκίμους εἶναι καὶ ἀλήπτους, καὶ ἡμᾶς μηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν. ∆ιό φησι, Χαίρομεν γὰρ, ὅταν ἡμεῖς ἀσθενῶμεν. Τί ἐστι, Ἀσθενῶμεν; Ὅταν νομιζώμεθα ἀσθενεῖς· οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ' ὅτε νομιζόμεθα ἀσθενεῖς· τοῦτο γὰρ ἐνομίζοντο παρὰ τοῖς ἐχθροῖς, οὐκέτι δεικνύμενοι τὴν τιμωρητικὴν αὐτῶν δύναμιν. Ἀλλ' ὅμως χαίρομεν, ὅταν οὕτως ἀναστραφῆτε, ὥστε μὴ παρασχεῖν ἡμῖν πρόφασιν τοῦ τιμωρεῖσθαι ὑμᾶς. Καὶ ἡμῖν τοῦτο ἡδὺ, ὅταν οὕτω νομιζώμεθα ἀσθενεῖς, μόνον ὑμεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑμεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι, δόκιμοι, ἐνάρετοι. Καὶ οὐ μόνον βουλόμεθα ταῦτα, ἀλλὰ καὶ εὐχόμεθα ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμένους, μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν. εʹ. Τοῦτο σπλάγχνου πατρικοῦ, τῆς οἰκείας εὐδοκιμήσεως τὴν σωτηρίαν προτιμᾷν τῶν μαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο μάλιστα ἀπαλλάττει τῶν συνδέσμων τοῦ σώματος, καὶ μετεωρίζεσθαι ποιεῖ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον εἰς πολλὰ ἄγει τὰ ἁμαρτήματα. Οὐ γὰρ ἔστι μὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαμαὶ σύρεσθαι, καὶ πολλὰ διαφθείρειν, δουλεύοντα μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώτερον γένοιτ' ἂν, ἢ ὅταν μάλιστα θεραπεύηται, τότε μάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ κενοδοξία τοὐναντίον ἅπαν· καταφρονουμένη μὲν ἡμεροῦται, τιμωμένη δὲ ἀγριοῦται καὶ ὁπλίζεται κατὰ τοῦ τιμῶντος. Ταύτην τιμήσαντες οἱ Ἰουδαῖοι, μετὰ πολλῆς τῆς σφοδρότητος ἐκολάσθησαν· ταύτην