1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

101

καὶ μετ' ἐγκωμίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούμενος αὐτούς φησι, πολλὰ τὰ χρήματα τὰ ὑφ' ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρημάτων, ἱκανὸν τοῖς πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπεδειξάμεθα τὴν ἀσφάλειαν. Προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Τί ἴσον Παύλου γένοιτ' ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολλύσθω καὶ οἰμωζέτω ὁ βουλόμενος τοιοῦτόν τι ὑποπτεύειν· ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων· ἀλλ' ὅσῳ ἀσθενέστεροι ἦσαν, τοσούτῳ συγκατέβαινε μᾶλλον. Τῷ γὰρ κάμνοντι οὐκ ἀγανακτεῖν, ἀλλὰ βοηθεῖν χρή. Καίτοι γε τίνος ἁμαρτήματός ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας; Οὐδὲ γὰρ, εἰ δαίμων τις ἦν, ὑπώπτευσεν ἂν τὸν μακάριον ἐκεῖνον εἰς τὴν διακονίαν ταύτην. Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν βουλομένοις· καὶ οὐ μόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ μώμους καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ πάλιν καὶ ἕτερον προστίθησι, καὶ τοῦτον μετ' ἐγκωμίου καὶ τῆς αὐτοῦ ψήφου καὶ πολλῶν ἑτέρων μαρτύρων. Ὃν ἐδοκιμάσαμεν, φησὶν, ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπου 61.526 δαιότερον. Ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει· καὶ ὃ περὶ Τίτου ἔλεγεν, ὅτι Σπουδαιότερος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ τούτου, εἰπὼν, Νῦν δὲ πολὺ σπουδαιότερον· σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν τυχόντα ποιήσετε· κοινωνὸς γὰρ ἐμός ἐστι. Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑμᾶς συνεργός. Οὐχ ἁπλῶς συνεργὸς, ἀλλ' ἐν τοῖς πρὸς ὑμᾶς, ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑμᾶς· ὅπερ μάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡμῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχουσι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστολοι Ἐκκλησιῶν· τουτέστιν, ὑπὸ Ἐκκλησιῶν πεμφθέντες. Εἶτα τὸ μεῖζον ἁπάντων, ∆όξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξασθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορμὰς τῆς περὶ αὐτοὺς εὐνοίας. Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ. γʹ. Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκόσμησεν, ἀφ' ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς ἀγάπης. Ἀλλ' ἐπειδὴ οὐδέπω γνώριμοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε, φησὶ, πῶς μὲν ἡμᾶς ἀγαπᾶτε, πῶς δὲ ἡμεῖς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ καυχώμεθα ἐν ὑμῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστερον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ, τῶν Ἐκκλησιῶν, εἰς τιμήν. Ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας