1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

73

σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν μισθὸν, εἰ μὴ πολὺς ἦν ὁ ἀγών. Ἐν μὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶμα μερίζεται μετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς μόνης. Πολλοὶ γοῦν ἀπὸ τούτων μόνον ἔπεσον, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυμάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων ὀνείδη. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις λόγου δυναμένου δακεῖν ψυχήν. ∆ιὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων· ∆ιὰ δόξης καὶ ἀτιμίας. Πολλοὶ γοῦν καὶ τῶν Ἰουδαίων διὰ τὴν δόξαν τὴν τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ' ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιμεν, οἳ πάντων μὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι, ∆ιὰ δυσφημίας καὶ εὐφημίας. Ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι. Τοῦτό ἐστι, ∆ιὰ δόξης καὶ ἀτιμίας. Τοῖς μὲν γὰρ ἦσαν γνώριμοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Ὡς ἐπιθανάτιοι καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιμίας ἦν. δʹ. Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑπομονήν. Τὸ μὲν γὰρ τῶν ἐπιβουλευόντων μέρος, ἀπεθάνομεν, καὶ τοῦτο πάντες νομίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγομεν τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεὸς, ἐπήγαγεν, Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· μέγα ἀπὸ τῶν πειρασμῶν καὶ πρὸ τῶν μισθῶν δεικνὺς τὸ κέρδος αὐτοῖς ἐγγινόμενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν γὰρ τοῖς ἔξωθεν ὑποπτευόμεθα, ὡς ἐν ἀθυμίᾳ εἶναι· ἡμεῖς δὲ οὐκ ἐκείνοις προσέχομεν, ἀλλὰ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Καὶ οὐκ εἶπε, Χαίροντες, μόνον, ἀλλὰ προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φη 61.486 σί. Τί τοίνυν ταύτης ἴσον γένοιτ' ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, μείζων ἡ χαρὰ γίνεται; Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Τινὲς μέν φασι πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευματικόν· ἐγὼ δὲ εἴποιμ' ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγμένας αὐτοῖς. Καὶ τοῦτο ἐδήλωσε διὰ τῶν ἑξῆς, εἰπών· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς μὲν οὖν τὸ ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ μηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγάγωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρημάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν. Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ταῦτα δὲ λέγει, παιδεύων μὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νομίζωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυμίᾳ ἀθυμεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος καταφανὴς, οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν σωφρονούντων ἡδονὴ δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ τῶν πραγμάτων εἰσὶ, καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς χαίρουσι καὶ ἀλγοῦσι τοῖς ἄλλοις. Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑποπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε, λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες; Τὰ βιωτικὰ, τὰ πνευματικά. Ὃν γὰρ ὡς ἄγγελον αἱ πόλεις ἐδέχοντο, ὑπὲρ οὗ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτος