1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

107

ἀξιοῦμεν, καὶ τῆς αὐταρκείας μόνης ἐρᾷν. 61.534 Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι. Οὐδείς σε τούτων ἀφέλκει, οὐδὲ κωλύει τὴν καθημερινὴν τροφήν· τροφὴν, οὐ τρυφὴν λέγω· σκεπάσματα, οὐ καλλωπίσματα. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, τοῦτό ἐστι τρυφὴ μάλιστα. Σκόπει δέ· τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι τοῦτον. Οὐκοῦν μηδὲν πλέον τούτου ζητῶμεν, εἰ καὶ τρυφᾷν βουλόμεθα καὶ μετὰ ὑγείας ζῇν· καὶ τούτῳ τὴν αὐτάρκειαν ὁριζώμεθα. Καὶ ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι, καὶ ὑγιαίνειν, μηδὲν πρὸς τούτοις ζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόμενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξομεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάμεθα διάγειν ὑγιῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν. δʹ. Τοῦτο καὶ ἐπὶ ἱματίων λογιζώμεθα, καὶ ἐπὶ τραπέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶμεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν μελετήσῃς, τότε σε βουλόμενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ μείζω τούτων ἐνάξομεν. Οὐδέπω γὰρ ἔφθασας πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔμελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώμενος, καὶ οὐ μόνον αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιμπανόμενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ' ὑμῶν λεγόμενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίμως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ' ἑτέρων προσεδόκα λήψεσθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προφήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιμος γέγονεν. Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα ∆εσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταμιεῖα ἔχοντες ἐρευγόμενα ἐκ τούτου εἰς τοῦτο, οὐδὲ ἐκ τοῦ περισσεύματος μεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε μεγαλοψυχῆσαι τοσοῦτον; Αὐτὸ μὲν οὖν τοῦτο πολλοῦ θαύματος ἄξιον, ὅτι ἐπείσθη μέγαν αὐτὸν εἶναι καὶ θαυμαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁμαρτήματα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, καὶ διὰ τί; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, ἀλλ' ἀνέῳ 61.535 ξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώμην, καὶ πάντα τὰ ὄντα εἰς μέσον τέθεικε, καὶ τὴν φύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίμησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν. Οὐ γὰρ, ἂν τὸ σῶμα ἔχωμεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσμεν. Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη