1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

46

κρύπτηται ἡ δόξα Μωϋσέως, τοῦτο ἐγίνετο, ἀλλ' ἵνα ἐκεῖνοι μὴ βλέπωσιν· οὐδὲ γὰρ ἐχώρουν. Ὥστε ἐκείνων ἐλάττωμα τοῦτο· οὐδὲ γὰρ τοῦτον ἐποίει τι ἀγνοεῖν, ἀλλ' ἐκείνους. Καὶ οὐκ εἶπε μὲν, Ἡνίκα ἂν ἀφῇ τὸν νόμον, τοῦτο δὲ ᾐνίξατο. Ὅτε γὰρ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Μέχρι τέλους ἐπέμεινε τῇ ἱστορίᾳ. Καὶ γὰρ ὅτε Ἰουδαίοις διελέγετο Μωϋσῆς, ἐκάλυπτεν αὐτοῦ τὸ πρόσωπον· ὅτε δὲ πρὸς τὸν Θεὸν ἐπέστρεφεν, ἀποκεκαλυμμένον ἦν. Τοῦτο δὲ τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ὅτι ὅταν ἐπιστρέψωμεν πρὸς Κύριον, τότε ὀψόμεθα τὴν δόξαν τοῦ νόμου, καὶ γυμνὸν τὸ πρόσωπον τοῦ νομοθέτου· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ τότε ἐσόμεθα καὶ ἐν τάξει Μωϋσέως. Εἶδες πῶς ἐκκαλεῖται τὸν Ἰουδαῖον ἐπὶ τὴν πίστιν, δεικνὺς ὅτι οὐ μόνον Μωϋσέα δύναται ἰδεῖν, πρὸς τὴν χάριν ἐλθὼν, ἀλλὰ καὶ ἐν αὐτῇ γενέσθαι τῇ τάξει τοῦ νομοθέτου; Οὐ γὰρ μόνον, φησὶ, τὴν δόξαν ὄψει ἣν τότε οὐκ εἶδες, ἀλλὰ καὶ αὐτὸς ἐν δόξῃ ἔσῃ τῇ αὐτῇ· μᾶλλον δὲ πολλῷ πλείονι, καὶ τοσαύτῃ, ὥστε μηδὲ δόξαν ἐκείνην φαίνεσθαι ταύτῃ παραβαλλομένην. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πρὸς τὸν Κύριον ἐπιστρέψας, καὶ γενόμενος ἐν τῇ χάριτι, ἐκείνης ἀπολαύσῃ τῆς δόξης, πρὸς ἢν ἡ δόξα Μωϋσέως συγκρινομένη οὕτως ἐλάττων ἐστὶν, ὡς μηδὲ δόξα εἶναι. Ἀλλ' ὅμως εἰ καὶ μικρὰ καὶ σφόδρα ἀποδέουσα ἐκείνης, Ἰουδαῖος μὲν ὢν, οὐδὲ ταύτης ἀξιωθήσῃ [οὐκ οὖν ἴδον αὐτὴν Ἰουδαῖοι οἱ τότε, οὐ νῦν]· πιστὸς δὲ γενόμενος, καὶ τὴν πολλῷ μείζονα αὐτῆς καταξιωθήσῃ θεάσασθαι. Καὶ ὅτε μὲν τοῖς πιστοῖς διελέγετο, οὐ δεδοξάσθαι τὸ δεδοξασμένον ἔλεγεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα κατὰ μικρὸν αὐτὸν ἀνάγων, καὶ ἐν τάξει Μωϋσέως πρῶτον ἱστὰς, καὶ τότε τῶν μειζόνων ποιῶν κοινωνόν. Ὅταν γὰρ ἴδῃς τὸν Μωϋσέα ἐν δόξῃ, τότε λοιπὸν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέψεις, καὶ μείζονος ἀπολαύσεις ταύτης. Ὅρα τοίνυν ἐξ ἀρχῆς πόσα τέθεικε τὰ ποιοῦντα τὴν διαφορὰν, καὶ δεικνύντα τῆς Καινῆς πρὸς τὴν Παλαιὰν τὴν ὑπεροχὴν, οὐ τὴν μάχην, οὐδὲ τὴν ἐναντίωσιν. Ἐκείνη γράμμα, φησὶ, καὶ λίθος, καὶ θανάτου διακονία, καὶ καταργεῖται· καὶ ὅμως οὐδὲ ταύτης ἠξιώθησαν οἱ Ἰουδαῖοι τῆς δόξης· αὕτη σαρκίνη ἡ πλὰξ, καὶ πνεῦμα καὶ δικαιοσύνη, καὶ μένει· καὶ πάντες αὐτῆς καταξιούμεθα, οὐχ εἷς μόνος, καθάπερ Μωϋσῆς τῆς ἐλάττονος τότε· Ἡμεῖς γὰρ, φησὶ, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, οὐ τὴν Μωϋσέως. Ἀλλ' ἐπειδή τινες τὸ, Ἡνίκα ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περὶ τοῦ Υἱοῦ εἰρῆσθαί φασι, τοῖς σφόδρα ὡμολογημένοις ἀντιπίπτοντες ἀκριβέστερον αὐτὸ ἐξετάσωμεν, θέντες πρότερον ἐκεῖνο, ἀφ' οὗ δοκοῦσιν αὐτὸ κατασκευάζειν. Τί δὲ τοῦτό ἐστι; Καθάπερ, φησὶ, λέγει Πνεῦμα ὁ 61.448 Θεὸς, οὕτω καὶ ἐνταῦθα, Πνεῦμα ὁ Κύριος. Ἀλλ' οὐκ εἶπε, Πνεῦμα ὁ Κύριος, ἀλλ', Ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Πολὺ δὲ ταύτης κἀκείνης τῆς συνθήκης τὸ μέσον. Ὅταν γὰρ βούληται οὕτω λέγειν, ὡς σὺ φὴς, τῷ ἐπιθέτῳ ἄρθρον οὐ προστίθησιν. Ἄλλως δὲ ἴδωμεν πάντα ὅσα διελέχθη ἄνωθεν, περὶ τίνος εἴρηκεν· οἷον ὅτε ἔλεγε, Τὸ γράμμα ἀποκτείνει, τὸ Πνεῦμα ζωοποιεῖ· καὶ πάλιν, Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἆρα περὶ τοῦ Υἱοῦ, ἢ περὶ τοῦ Πνεύματος; Εὔδηλον ὅτι περὶ τοῦ Πνεύματος· πρὸς γὰρ τοῦτο ἀπὸ τοῦ γράμματος αὐτοὺς ἐκάλει. Ἵνα γὰρ μὴ ἀκούσας τις Πνεῦμα, εἶτα λογισάμενος, εἰ Μωϋσῆς πρὸς Κύριον ἐπέστρεψεν, αὐτὸς δὲ πρὸς Πνεῦμα, ἔλαττον ἔχειν νομίσῃ, διορθούμενος τὴν τοιαύτην ὑπόνοιαν, φησὶν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ τοῦτο Κύριός ἐστι, φησί. Καὶ ἵνα μάθῃς, ὅτι περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἐπήγαγεν· Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Οὐ γὰρ δήπου τοῦτο ἂν εἴποις αὐτὸν λέγειν, Οὗ δὲ ὁ Κύριος τοῦ Κυρίου. Ἐλευθερίαν δὲ εἶπε πρὸς τὴν ἔμπροσθεν δουλείαν. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι περὶ μέλλοντος χρόνου λέγει, φησίν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι· οὐ τὴν παυομένην ἐκείνην, ἀλλὰ τὴν μένουσαν· τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Εἶδες πῶς