1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

86

χρήσιμον· καὶ τοῦτο δῆλον ἐντεῦθεν. Ὁ λυπούμενος ὑπὲρ χρημάτων ἀπωλείας, τὴν ζημίαν οὐ λύει· ὁ λυπούμενος ὑπὲρ τετελευτηκότος, τὸν κείμενον οὐκ ἀνίστησιν· ὁ λυπούμενος ἐπὶ νόσῳ, οὐ μόνον οὐ διορθοῦται, ἀλλὰ καὶ ἐπιτρίβει τὸ νόσημα· ὁ λυπούμενος ἐφ' ἁμαρτίαις, οὗτος μόνος ἀνύει τι πλέον ἀπὸ τῆς λύπης· δαπανᾷ γὰρ καὶ ἀφανίζει τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ πρὸς τοῦτο κατεσκεύασται τὸ φάρμακον, ἐνταῦθα ἰσχύει μόνον καὶ τὴν ὠφέλειαν ἐπιδείκνυται, ἐπὶ δὲ τῶν ἄλλων καὶ βλάπτει. βʹ. Καὶ μὴν ὁ Κάϊν, φησὶ, διὰ τὸ μὴ παρὰ τῷ Θεῷ εὐδοκιμεῖν, ἐλυπεῖτο. Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ τὸν ἀδελφὸν εἶδε λάμποντα· ἐπεὶ, εἰ διὰ τοῦτο ἤλγει, 61.504 ζηλοῦν ἔδει, καὶ συγχαίρειν ἐκείνῳ· νυνὶ δὲ ἀλγῶν, ἐδείκνυ κατὰ κόσμον λυπούμενος. Ἀλλ' οὐχ ὁ ∆αυῒδ οὕτως, οὐδὲ ὁ Πέτρος, οὐδὲ τῶν δικαίων ἕκαστος. ∆ιὸ ηὐδοκίμουν, ἢ ὑπὲρ οἰκείων, ἢ ὑπὲρ ἀλλοτρίων ἀλγοῦντες ἁμαρτημάτων. Καίτοι τί λύπης φορτικώτερον; Ἀλλ' ὅταν κατὰ Θεὸν γίνηται, τῆς ἐν τῷ κόσμῳ χαρᾶς βελτίων ἐστίν. Αὕτη μὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι οὐδ' ἂν μετανοήσειέ τις ἀλγήσας οὕτως· ὃ μάλιστα τῆς κοσμικῆς λύπης ἴδιόν ἐστι. Τί γὰρ παιδὸς ποθεινότερον γνησίου; τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς; Ἀλλ' ὅμως οἱ ἐν ἀκμῇ τοῦ πένθους μηδενὸς ἀνεχόμενοι πατέρες, καὶ κατακόπτοντες ἑαυτοὺς, οὗτοι μετὰ χρόνον μετανοοῦσιν, ἐπειδὴ ἀμέτρως ἤλγησαν, ὡς οὐδὲν ὀνήσαντες ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως ἑαυτοὺς ἐπιτρίψαντες. Ἀλλὰ οὐχ ἡ κατὰ Θεὸν λύπη τοιαύτη· ἀλλ' ἔχει δύο πλεονεκτήματα, τὸ μὴ καταγινώσκεσθαι ἐφ' οἷς ἀλγεῖ τις, καὶ τὸ τὴν λύπην ταύτην εἰς σωτηρίαν τελευτᾷν· ὧν ἑκατέρων ἐκείνη ἐστέρηται. Καὶ γὰρ εἰς βλάβην ἀλγοῦσι, καὶ μετὰ τὸ ἀλγῆσαι σφόδρα, καταγινώσκουσιν ἑαυτῶν, μέγιστον τοῦτο σημεῖον ἐκφέροντες τοῦ ἐπὶ βλάβῃ τοῦτο ποιῆσαι. Ἡ δὲ κατὰ Θεὸν τοὐναντίον· διὸ καὶ ἔλεγε, Μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐδεὶς γὰρ ἑαυτοῦ καταγνώσεται, ἐὰν λυπηθῇ ἐφ' ἁμαρτίᾳ, ἐὰν πενθήσῃ, καὶ ἑαυτὸν συντρίψῃ. Ὅπερ καὶ ὁ μακάριος Παῦλος εἰπὼν, οὐ δεῖται ἑτέρωθεν τὸ ὑπόδειγμα παραγαγεῖν ὧν εἶπεν, οὐδὲ τοὺς ἐν ταῖς παλαιαῖς ἱστορίαις λυπηθέντας παρενεγκεῖν εἰς μέσον, ἀλλ' αὐτοὺς Κορινθίους παράγει, καὶ ἀφ' ὧν ἐποίησαν, ἀπὸ τούτων τὴν ἀπόδειξιν παρέχεται, ἵνα καὶ μετ' ἐγκωμίων αὐτοὺς παιδεύσῃ, καὶ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Ἰδοὺ γὰρ, φησὶν, αὐτὸ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Οὐ μόνον γὰρ, φησὶν, οὐκ ἐνέβαλεν ὑμᾶς εἰς τὸ καταγνῶναι ἑαυτῶν ἡ ἀθυμία, ὡς εἰκῆ τοῦτο πεποιηκότων, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησεν. Εἶτα λέγει τῆς σπουδῆς τὰ τεκμήρια. Ἀλλὰ ἀπολογίαν· πρὸς ἐμέ. Ἀλλὰ ἀγανάκτησιν· πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. Ἀλλὰ φόβον· καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ ταχίστη διόρθωσις. Καὶ ἵνα μὴ δόξῃ ἐπαίρειν ἑαυτὸν, ὅρα πῶς ταχέως αὐτὸ παρεμυθήσατο εἰπὼν, Ἀλλ' ἐπιπόθησιν· τὴν εἰς ἐμέ· ἀλλὰ ζῆλον· τὸν ὑπὲρ τοῦ Θεοῦ· ἀλλ' ἐκδίκησιν· καὶ γὰρ ἐξηδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Οὐχὶ τῷ μὴ τολμῆσαι μόνον· τοῦτο γὰρ πρόδηλον ἦν· ἀλλὰ καὶ τῷ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλάξατε τῆς ὑποψίας, οὐχὶ τῷ μὴ ἐπαινέσαι μόνον, ἀλλὰ καὶ τῷ ἐπιτιμῆσαι καὶ ἀγανακτῆσαι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ 61.505 ἕνεκεν τοῦ ἀδικηθέντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί 61.505 οὖν ἡμῖν ἐπιτιμᾷς, εἰ ἁγνοὶ ἦμεν ἐπὶ τῷ πράγματι; πρὸς τοῦτο ἱστάμενος καὶ ἀνωτέρω, καὶ προδιοικούμενος αὐτὸ, ἔλεγεν ἅπερ ἔλεγεν, οἷον, Οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μετανοεῖν νῦν ἐφ' οἷς ἔγραψα τότε, φησὶν, ὅτι τότε μᾶλλον μετενόησα ἢ νῦν, ὅτε ἑαυτοὺς συνεστήσατε. Εἶδες πάλιν αὐτοῦ τὸ βίαιον καὶ φιλόνεικον, πῶς εἰς τοὐναντίον τὸν λόγον περιέτρεψεν; Ἐξ ὧν γὰρ ἐνόμιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιμήσαντα, διὰ