1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

20

οὐαὶ ἡμῖν, μήποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵν' οὖν μὴ ταῦτα ἐννοῶσι, μηδὲ θορυβῶνται, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Ἐν γὰρ τῷ κηρύγματι, φησὶ, τοῦτο οὐκ ἐγένετο, ἀλλ' ἐν ταῖς ὁδοῖς καὶ ταῖς ἀποδημίαις μόνον. Ἐν δὲ τῷ κηρύγματι μένει βέβαια καὶ ἀκίνητα ἅπερ εἰρήκαμεν. Λόγον γὰρ ἐνταῦθα τὸ κήρυγμα καλεῖ. Εἶτα ἀπόδειξιν ἀναντίῤῥητον παρέχει τούτου, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνάγων Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ ὑπόσχεσις τῆς παρουσίας ἐμὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγγειλάμην ἐκεῖνο· τὸ δὲ κήρυγμα οὐκ ἐμὸν οὐδὲ ἀνθρώπινον, ἀλλὰ τοῦ Θεοῦ· τὰ δὲ τοῦ Θεοῦ ἀμήχανον διαψεύσασθαι· διὸ καὶ ἔφη· Πιστὸς δὲ ὁ Θεός· τουτέστιν, ἀληθής. Μὴ τοίνυν ὑποπτεύετε τὰ ἐκείνου· 61.410 οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. Καὶ ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν δεικνὺς ποῖον λόγον φησί. δʹ. Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. ∆ιὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς μέσον, ἀξιόπιστον κἀντεῦθεν τὴν μαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων μόνον, ἀλλὰ καὶ διὰ τῶν διδαξάντων. Καίτοι μαθηταὶ ἦσαν· ἀλλὰ μετριάζων, ἐν τάξει διδασκάλων αὐτοὺς ἀριθμεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτέστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγμα ὑπισχνεῖτο, καὶ αὐτοὶ τὰ πολλὰ ταῦτα ἐπηγγέλλοντο καὶ ἐκήρυττον. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν ἀκινήτους φησὶ, καὶ οὐκ ἐγένετο Ναὶ καὶ Οὒ ἐν αὐταῖς. Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Καὶ πρῶτον μὲν ὑπὲρ τῶν τῆς πίστεως δογμάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνίζεται λέγων· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν ὑποσχέσεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ μᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν μὲν ἔστι, νῦν δὲ οὐκ ἔστιν, ἀλλ' ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀμήν; Τὸ πάντως ἐσόμενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ πληρωθῆναι. Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστι, Πρὸς δόξαν δι' ἡμῶν; Πληροῖ αὐτὰς δι' ἡμῶν· τουτέστι, διὰ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν πρὸς δόξαν αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡμετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος εἶναι. Καὶ πρὸς τοῦτο ἡμῶν ἡ σωτηρία συνδέδεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σωτηρία ἡμῶν ἕψεται. Ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους συνεχῶς περιστρέφει λέγων· Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡμᾶς μόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοί 61.411 νυν τοῦτο ἐννοήσῃς, ὅτι δι' ἡμῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι' ἡμῶν πληροῦνται, ἀλλὰ δι' αὐτοῦ· καὶ αἱ ἐπαγγελίαι δὲ δι' αὐτοῦ· οὐ γὰρ τὰ ἡμέτερα, ἀλλὰ τὰ αὐτοῦ πρὸς ὑμᾶς εἰρήκαμεν. Ὁ δὲ βεβαιῶν ἡμᾶς, σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός· καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν