1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

80

ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον. Καὶ μετὰ τούτων ἡ ζημία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων μαινόμενος ἐπιπηδῶν, οὕτως ἡμῶν ἁρπάζει τὰ ἀγαθὰ τὸ πονηρὸν τοῦτο νόσημα, καὶ ἡ ἀπανθρωπία αὕτη· καὶ γὰρ ἀπανθρωπία καὶ ὠμότης τὸ τοιοῦτόν ἐστι· μᾶλλον δὲ καὶ τούτου χαλεπώτερον. Ὁ μὲν γὰρ ὠμὸς οὐκ ἂν δοίη τῷ δεομένῳ· σὺ δὲ τούτου πλέον ποιεῖς· τοὺς βουλομένους δοῦναι κωλύεις. Ὅταν γὰρ ἐκπομπεύῃς τὴν δόσιν, καὶ τὴν δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν μέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυμος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν, ὡς εἰληφότι καὶ οὐχ οὕτω δεομένῳ, ἀλλὰ καὶ καταγνώσεται πολλάκις, ἂν προσελθὼν αἰτήσῃ μετὰ τὸ λαβεῖν, καὶ ἀναίσχυντον ἡγήσεται. δʹ. Ποία οὖν ἐλεημοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα, καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆς ἐλεημοσύνης, ἐπιζητεῖς τοὺς τῶν συνδούλων ὀφθαλμοὺς μετ' ἐκεῖνον, καὶ ὅτι τὸν νόμον τὸν ταῦτα ἀπαγορεύοντα, κείμενον ὑπ' αὐτοῦ, παραβαίνεις; Ἐβουλόμην καὶ τοῖς ἄλλοις ἐπεξελθεῖν, καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυμαίνεται ἡ κενοδοξία· ἀλλ' ἀνεμνήσθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήμερον αὐτὸ δείξωμεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωμεν αὐτοῦ τοῦ τῶν οὐρανῶν ∆εσπότου λέγοντος, περὶ μὲν ἐκείνων, ὅτι Εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· περὶ δὲ πενήτων τοὐναντίον. Εἰ γὰρ 61.496 θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα. καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκατέρωθεν ἴδωμεν τὸ εἰρημένον. Στενὴ, καὶ τεθλιμμένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ; ὁ μόνος, ἢ ὁ μυρία βαστάζων φορτία; ὁ χαῦνος καὶ διαλελυμένος, ἢ ὁ φροντίζων καὶ μεμεριμνημένος; Ἀλλὰ τίς χρεία τῶν λογισμῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείμενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάμ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν. Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους μὲν ὀλίγους, τῶν δὲ πενήτων πολλῷ πλείους σωζομένους. Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα· μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτημένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον ἴδωμεν. Τί οὖν ἡ πενία ἐλάττωμα ἔχειν δοκεῖ; Ψεῦδος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν μητέρα τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διάβολον, οὐκ ὄντα τοιοῦτον ἔμπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε τῆς ῥίζης ταύτης πλησίον, ὁ πλούσιος, ἢ ὁ πένης; οὐκ εὔδηλον ὅτι ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα περιβαλῆται, τοσούτῳ πλειόνων ἐρᾷ. Κενοδοξία πάλιν τὰ μυρία λυμαίνεται κατορθώματα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοινὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ' οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐργάζεται δεινὰ δι' ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα περιβάλλεσθαι, καὶ τὰ ἔνδον μὴ ἀπολλύναι. Οὐ γὰρ οὕτω πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον